[ ] Phokis — Delphi — undated
1   θεο[ί].
Δελφοὶ ἔδωκαν Λυκόφρονι Κελευσίου Ἀθηναίωι,
[φυλ]ῆς Ἱπποθωντίδος, δήμου ἐξ [Οἴ]ου, αὐτῶι καὶ ἐκ-
[γό]νοις, προξενίαν, προμ[αντείαν], προεδρίαν, [προ]-
5 δικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἄλλα [ὅσα]
καὶ τοῖς ἄλλοις προξένοις. ἄρχοντος Διοδώρου, βου-
λευόντων Χαριξένου, Ἀρχέλα, Ἐχύλλου.
Search Help
Contact Us