[ ]
Phokis — Delphi — undated
1 | Ἀριστονό[ο]υ Ἑστία. |
ἐρανιστῶν ἄνασσαν, Ἑστίαν, [σ’ ὑ]- | |
[μ]νήσομεν, ἅ, καὶ Ὀλύμπο[υ] καὶ ξυ[νὸν] | |
[γ]αίας μεσόμφαλον ἀεὶ Πυθίαν σ[ὰν] | |
5 | [δ]άφναν κατέχουσα, ναὸν ἀν’ ὑ[ψη]- |
[λ]ὸν Φοίβου χορεύεις, τερπομένα [τρι]- | |
[π]όδων θεσπίσμασι καὶ χρυσέα[ι] | |
[φ]όρμιγγ’ Ἀπόλλωνος, ἡνίκ’ ἂν ἑπτ[ά]- | |
[τ]ονον κρέκων μετὰ σοῦ θαλιάζον- | |
10 | [τ]ας θεοὺς ὕ<μ>νοισιν αὔξηι. χαῖρε, |
[Κ]ρόνου θύγατερ καὶ Ῥέας, μούνα πα[ν]- | |
[τ]ομφεύουσα βωμοὺς ἀθανάτων ἐρι- | |
τίμους, Ἑστία· δίδου δ’ ἀμοιβὰς ἐξ [ὁ]- | |
σίων πολὺν ἡμᾶς ὄλβον ἔχ[ον]τ[ας], | |
15 | ἀεὶ λιπαρόθρονον ἀμφὶ σὰν θυ- |
[μ]έλαν χορεύειν. |