[ ] Phokis — Delphi — undated
1 Ἀριστονό[ο]υ Ἑστία.
ἐρανιστῶν ἄνασσαν, Ἑστίαν, [σ’ ὑ]-
[μ]νήσομεν, ἅ, καὶ Ὀλύμπο[υ] καὶ ξυ[νὸν]
[γ]αίας μεσόμφαλον ἀεὶ Πυθίαν σ[ὰν]
5 [δ]φναν κατέχουσα, ναὸν ἀν’ ὑ[ψη]-
[λ]ὸν Φοίβου χορεύεις, τερπομένα [τρι]-
[π]όδων θεσπίσμασι καὶ χρυσέα[ι]
[φ]όρμιγγ’ Ἀπόλλωνος, ἡνίκ’ ἂν ἑπτ[ά]-
[τ]ονον κρέκων μετὰ σοῦ θαλιάζον-
10 [τ]ας θεοὺς ὕ<μ>νοισιν αὔξηι. χαῖρε,
[Κ]ρόνου θύγατερ καὶ Ῥέας, μούνα πα[ν]-
[τ]ομφεύουσα βωμοὺς ἀθανάτων ἐρι-
τίμους, Ἑστία· δίδου δ’ ἀμοιβὰς ἐξ [ὁ]-
σίων πολὺν ἡμᾶς ὄλβον ἔχ[ον]τ[ας],
15 ἀεὶ λιπαρόθρονον ἀμφὶ σὰν θυ-
[μ]έλαν χορεύειν.
Search Help
Contact Us