[ ]
Phokis — Delphi — undated — SIG(3) 449B,C; SGDI 2721
1 | [Ἀρ]ιστόνοος Νικοσθένους Κορίνθιος |
[Ἀ]πόλλωνι Πυθίωι τὸν ὕμνον. | |
Πυθίαν ἱερόκτιτον ναίων Δελφίδ’ | |
{δ} ἀμφὶ πέτραν ἀεὶ θεσπιόμαντιν | |
5 | ἕδραν. ἰὴ ἰὲ Παιάν, |
Ἄπολλον, Κοίου τε κόρας Λατοῦς σε- | |
μνὸν ἄγαλμα καὶ Ζηνὸς ὑψίστου, μα- | |
κάρων βουλαῖς, ὢ ἰὲ Παιάν, | |
ἔνθ’ ἀπὸ τριπόδων θεοκτήτων, χλ[ω]- | |
10 | ρότομον δάφναν σείων, μαντοσύ- |
ναν ἐποιχνεῖς, ἰὴ ἰὲ Παιάν, | |
φρικώεντος ἐξ ἀδύτου μελλόν- | |
των θέμιν εὐσεβῆ χρησμοῖς εὐφθόν- | |
γου τε λύρας αὐδαῖς ὢ ἰὲ Παιάν. | |
15 | Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν βουλαῖς |
Ζηνὸς ὑπειρόχου, ἐπεὶ Παλλὰς | |
ἔπεμψε Πυθῶδ{ε}, <ἰὴ> ἰὲ Παιάν, | |
πείσας Γαῖαν ἀνθοτρόφον Θέμιν | |
τ’ εὐπλόκαμον θεάν, <αἰ>ὲν εὐλιβάνους | |
20 | ἕδρας ἔχεις, ὢ ἰὲ Παιάν. |
ὅθεν Τριτογενῆ προναίαν ἐμ μαντεί- | |
<ο>ις ἁ[γί]οις σέβων ἀθανάτοις ἀμοι- | |
[β]αῖς, ἰὴ ἰὲ Παιάν, χάριν παλαιᾶν χαρί- | |
των τ<ᾶν> τότ{ε} ἀϊδίους ἔχων μνή- | |
25 | μας, ὑψίστα<ι>ς ἐφέπεις τιμαῖς, ὢ ἰὲ Παιάν. |
δωροῦντ[αι] δέ σ{ε} ἀθάνατοι, Ποσει- | |
δῶν ἁγνοῖς δαπέδοις, Νύμφαι Κωρυκί- | |
οισιν ἄντροις, ἰὴ ἰὲ Παιάν, | |
τριετέσιν φαναῖς Βρόμιος· σεμνὰ | |
30 | δ{ὲ} Ἄρτεμις εὐπόνοις κυνῶν ἐμ φυ- |
λακαῖς ἔχει{ς} τόπους, ὢ ἰὲ Παιάν. | |
ἀλλ’ ὦ Παρνασσοῦ γυάλων εὐδρό- | |
σοισι Κασταλίας νασμοῖς σὸν δέ- | |
μας ἐξαβρύνων, ἰὴ ἰὲ Παιάν, | |
35 | χαρεὶς ὕμνοις ἡμετέροις, ὄλβον |
ἐξ ὁσίων διδοὺς ἀεὶ καὶ σώιζων | |
ἐφέποις ἡμᾶς, ὢ ἰὲ Παιάν. |