[ ] Phokis — Delphi — ca. 265-255 BC
1 Δελφοὶ ἔδωκαν Παλλίχωι Λευκάρχου
Ἀμφιλόχωι ἐξ Ἄργευς, αὐτῶι καὶ ἐκγ[ό]-
νοις, προξενίαν, προμαντείαν, προεδρ[ί]-
αν, προδικίαν, ἀσυλιάν, θεαροδοκιάν,
5 ἀτέλειαν πάντων, καὶ τἄλλα ὅσα καὶ τοῖ[ς]
ἄ<λ>λοις προξένοις καὶ εὐεργέταις. ἄρχον-
[τ]ος Θεσσαλοῦ, βουλευόντων Ἀγαθίνο-
[υ, Κ]ρίτωνος, Ἰατάδα.
Search Help
Contact Us