[ ]
Phokis — Delphi — ca. 102 BC — SGDI 2337B
1 | [ἄρ]χοντος Σ[ωτ]ύλου, μηνὸς Θεοξενίου, |
[ἐ]πὶ τοῖσδε ἀπέδ[οτο] Ξεν[αί]να Θεοφράσ- | |
[τ]ου, συνευδοκεούσα[ς καὶ τ]ἁς [θυγα]- | |
[τρὸ]ς Ξεναρίστας, τῶΙ Ἀπ[όλλωνι τῶι] | |
5 | [Πυ]θίωι σῶμα γυναικεῖον, ἇι ὄ[νομα] |
[Εὐ]βιότα, γένος οἰκογενῆ, τιμᾶς ἀρ[γυρίου] | |
[μ]νᾶν ἕξ, καὶ τιμὰν ἀπέχει πᾶσ[αν]. | |
[βε]βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς [πό]- | |
[λι]ος· Σώστρατος Σωτύλου, καθὼς ἐπί[σ]- | |
10 | [τε]υσε Εὐβιότα τὰν ὠνὰν τῶι θεῶι, ὥσ- |
[τε] ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
[ἀπ]ὸ πάντων τὸμ πάντα βίον. εἰ δέ τις | |
[ἐπ]ιλαμβάνοιτο Εὐβιότας ἐπὶ κατα- | |
[δου]λισμῶι, [κ]ύριος ἔστω συλέων <ὁ> παρα- | |
15 | [τυχώ]ν, ἀζάμιος [ὢ]ν καὶ ἀνυπόδικος |
[πάσα]ς δίκας καὶ ζαμίας, καὶ ὁ βεβαι- | |
[ωτὴρ Σ]ώστρατος βε[βαι]ιούτω Εὐβιότα[ν] | |
[τῶ]ι θεῶι· εἰ δὲ μὴ, πράκτιμος ἔστω κατ[ὰ] | |
[τ]ὸν νόμον. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλ- | |
20 | [λ]ωνος Πατρέας, Ἁγίων, καὶ οἱ ἄρχοντες |
[Ξε]νόκριτος, Εἰραναῖος, καὶ ἰδιῶται Δα[μό]- | |
[στ]ρατος, Ἀγάθων, Ξένων Ἀριστοβούλου. |