FD III 2:173
[ ] Phokis — Delphi — ca. 102 BC — SGDI 2337B
1 [ἄρ]χοντος Σ[ωτ]ύλου, μηνὸς Θεοξενίου,
[ἐ]πὶ τοῖσδε ἀπέδ[οτο] Ξεν[αί]να Θεοφράσ-
[τ]ου, συνευδοκεούσα[ς καὶ τ]ἁς [θυγα]-
[τρὸ]ς Ξεναρίστας, τῶΙ Ἀπ[όλλωνι τῶι]
5 [Πυ]θίωι σῶμα γυναικεῖον, ἇι ὄ[νομα]
[Εὐ]βιότα, γένος οἰκογενῆ, τιμᾶς ἀρ[γυρίου]
[μ]νᾶν ἕξ, καὶ τιμὰν ἀπέχει πᾶσ[αν].
[βε]βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς [πό]-
[λι]ος· Σώστρατος Σωτύλου, καθὼς ἐπί[σ]-
10 [τε]υσε Εὐβιότα τὰν ὠνὰν τῶι θεῶι, ὥσ-
[τε] ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
[ἀπ]ὸ πάντων τὸμ πάντα βίον. εἰ δέ τις
[ἐπ]ιλαμβάνοιτο Εὐβιότας ἐπὶ κατα-
[δου]λισμῶι, [κ]ύριος ἔστω συλέων <ὁ> παρα-
15 [τυχώ]ν, ἀζάμιος [ὢ]ν καὶ ἀνυπόδικος
[πάσα]ς δίκας καὶ ζαμίας, καὶ ὁ βεβαι-
[ωτὴρ Σ]ώστρατος βε[βαι]ιούτω Εὐβιότα[ν]
[τῶ]ι θεῶι· εἰ δὲ μὴ, πράκτιμος ἔστω κατ[ὰ]
[τ]ὸν νόμον. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλ-
20 [λ]ωνος Πατρέας, Ἁγίων, καὶ οἱ ἄρχοντες
[Ξε]νόκριτος, Εἰραναῖος, καὶ ἰδιῶται Δα[μό]-
[στ]ρατος, Ἀγάθων, Ξένων Ἀριστοβούλου.
Search Help
Contact Us