[ ] Phokis — Delphi — ca. 129 BC — SGDI 2337A
1 [ἄρχοντ]ος [Γλαύ]κου [τοῦ Ξέ]-
[νωνος, μ]ηνὸς Βουκατίου, βο[υ]-
[λευόντω]ν τὰν πρώταν ἑξά-
[μηνον Πολ]ίτα τοῦ Ἀσάνδρου,
5 [Κλέωνος το]ῦ Δαμοσθένεος,
[γραμματεύ]οντος δὲ Κλεο-
[μάντιος τ]οῦ Ἥρυος, ἐπὶ τοῖσ[δ]ε
[ἀπέδοτ]ο Φιλὼ Ποσειδωνίου,
[συνε]υδοκέοντος καὶ τοῦ ἀν-
10 [δρ]ὸς αὐτᾶς Νικοστράτου, τῶ[ι]
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον, ὧι ὄνομα Σώπατρος,
τὸ γένος ἐγγενῆ, τιμᾶς ἀργυ-
ρίου μνᾶν πέντε, καὶ τὰν τιμὰ[ν]
15 ἔχει πᾶσαν, καθὼς ἐπίστευσε
Σώπατρος τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον, ποιέων ὃ κα θέλῃ, κα[ὶ]
20 ἀποτρέσων οἷς κα θέλῃ. βεβαιω-
[τ]ὴρ κατὰ τὸν νόμ[ο]ν τᾶς πόλι-
[ος· Πάτρων] Ἰατ[άδα. ε]ἰ δέ τις [ἅπτοι]-
[τ]ο Σωπάτρου ἐπὶ [καταδουλισμῶι],
βέβαιον παρεχόντων τῶι θε[ῶι]
25 τὰν ὠνὰν ἅ τε ἀποδομένα Φι[λὼ]
καὶ ὁ βεβαιωτὴρ Πάτρων. εἰ δὲ [μὴ]
παρέχοιν βέβαιον τῶι θεῶι τὰν [ὠ]-
νάν, πράκτιμοι ἐόντων κατὰ τὸ[ν]
νόμον τάς πόλιος· ὁμοίως δὲ κα[ὶ]
30 οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες Σώπατρον ὡς ἐλε[υ]-
[θ]ερον ἐόντα, ἀζάμιοι ἐόντες οἱ συ-
[λ]έοντες καὶ ἀνυπόδικοι πάσας δί-
[κ]ας καὶ ζαμίας. παραμ<ε>ινάτω δὲ Σώ-
35 [π]ατρος παρὰ Φιλὼ καὶ Νικόστρα-
[τ]ον ἄχρι οὗ κα ζώωντι Φιλὼ κα[ὶ]
[Νι]κόστρατος, ποιῶν τὸ ποτιτασσ[ό]-
[μενον ὑπ][Φι]λοῦς καὶ Νικοστράτο[υ].
[εἰ δὲ] μὴ πο[ιέοι], ἢ μὴ πα[ρα]μένοι κα-
40 [θὼς  ἐ]πάν[ω γ][γραπται, ἐξουσίαν]
[ἐχέτ]ω Φιλὼ [καὶ Νικό]στρατος, καὶ
[ἄλλος] ὑπὲρ αὐ[τ]οὺς ὅν κα κελεύσῃ
[Φιλὼ καὶ] Νικόστρατος, ἐπιτιμᾶν τρό-
[πωι ὧι κ]α αὐτοὶ θέλωντι, ἀζαμίοις
45 [ὄντοι]ς καὶ ἀνυποδίκοις πάσας δί-
[κας καὶ] ζαμίας. ἐπεὶ δέ κά τι πάθων-
[τι] ἀνθρώπινον Φιλὼ ἢ Νικόστρατος,
[π]οιησάτω τὰ ποτὶ γᾶν νομιζόμε-
[να] πάντα Σώπατρος, καὶ λαβέτω
50 [τὰ] ὑπάρχοντα τὰ Φιλοῦς καὶ Νι-
[κο]στράτου πάντα. μάρτυροι· οἱ
[ἱερ]εῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄ-
[θα]μβος, καὶ οἱ ἄρχοντες Πολίτας,
[Κλ]έων, Κλεόμαντις, καὶ ἰδιῶται Τε[ι]-
55 [μο]κλῆς Θρασέα, Σωσίπατρος Αἰα-
[κί]δα, Ὀρθαῖος Κλεάνδρου, Ἀρίστω[ν]
[Ἥρ]υος, Ξενόδοκος Εὐκλείδα, Τε[ί]-
[σω]ν Θευχάριος, Ἁβρόμαχος Ε[ὐ]-
[αγόρα], Τιμόκριτος Εὐκλείδα, Πο-
60 [λ]υτι[μίδ]ας.
Search Help