[ ]
Phokis — Delphi — ca. 129 BC — SGDI 2337A
1 | [ἄρχοντ]ος [Γλαύ]κου [τοῦ Ξέ]- |
[νωνος, μ]ηνὸς Βουκατίου, βο[υ]- | |
[λευόντω]ν τὰν πρώταν ἑξά- | |
[μηνον Πολ]ίτα τοῦ Ἀσάνδρου, | |
5 | [Κλέωνος το]ῦ Δαμοσθένεος, |
[γραμματεύ]οντος δὲ Κλεο- | |
[μάντιος τ]οῦ Ἥρυος, ἐπὶ τοῖσ[δ]ε | |
[ἀπέδοτ]ο Φιλὼ Ποσειδωνίου, | |
[συνε]υδοκέοντος καὶ τοῦ ἀν- | |
10 | [δρ]ὸς αὐτᾶς Νικοστράτου, τῶ[ι] |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
ἀνδρεῖον, ὧι ὄνομα Σώπατρος, | |
τὸ γένος ἐγγενῆ, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν πέντε, καὶ τὰν τιμὰ[ν] | |
15 | ἔχει πᾶσαν, καθὼς ἐπίστευσε |
Σώπατρος τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ | |
ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
πάντα βίον, ποιέων ὃ κα θέλῃ, κα[ὶ] | |
20 | ἀποτρέσων οἷς κα θέλῃ. βεβαιω- |
[τ]ὴρ κατὰ τὸν νόμ[ο]ν τᾶς πόλι- | |
[ος· Πάτρων] Ἰατ[άδα. ε]ἰ δέ τις [ἅπτοι]- | |
[τ]ο Σωπάτρου ἐπὶ [καταδουλισμῶι], | |
βέβαιον παρεχόντων τῶι θε[ῶι] | |
25 | τὰν ὠνὰν ἅ τε ἀποδομένα Φι[λὼ] |
καὶ ὁ βεβαιωτὴρ Πάτρων. εἰ δὲ [μὴ] | |
παρέχοιν βέβαιον τῶι θεῶι τὰν [ὠ]- | |
νάν, πράκτιμοι ἐόντων κατὰ τὸ[ν] | |
νόμον τάς πόλιος· ὁμοίως δὲ κα[ὶ] | |
30 | οἱ παρατυγχάνοντες κύριοι ἐόν- |
των συλέοντες Σώπατρον ὡς ἐλε[υ]- | |
[θ]ερον ἐόντα, ἀζάμιοι ἐόντες οἱ συ- | |
[λ]έοντες καὶ ἀνυπόδικοι πάσας δί- | |
[κ]ας καὶ ζαμίας. παραμ<ε>ινάτω δὲ Σώ- | |
35 | [π]ατρος παρὰ Φιλὼ καὶ Νικόστρα- |
[τ]ον ἄχρι οὗ κα ζώωντι Φιλὼ κα[ὶ] | |
[Νι]κόστρατος, ποιῶν τὸ ποτιτασσ[ό]- | |
[μενον ὑπ]ὸ [Φι]λοῦς καὶ Νικοστράτο[υ]. | |
[εἰ δὲ] μὴ πο[ιέοι], ἢ μὴ πα[ρα]μένοι κα- | |
40 | [θὼς ἐ]πάν[ω γ]έ[γραπται, ἐξουσίαν] |
[ἐχέτ]ω Φιλὼ [καὶ Νικό]στρατος, καὶ | |
[ἄλλος] ὑπὲρ αὐ[τ]οὺς ὅν κα κελεύσῃ | |
[Φιλὼ καὶ] Νικόστρατος, ἐπιτιμᾶν τρό- | |
[πωι ὧι κ]α αὐτοὶ θέλωντι, ἀζαμίοις | |
45 | [ὄντοι]ς καὶ ἀνυποδίκοις πάσας δί- |
[κας καὶ] ζαμίας. ἐπεὶ δέ κά τι πάθων- | |
[τι] ἀνθρώπινον Φιλὼ ἢ Νικόστρατος, | |
[π]οιησάτω τὰ ποτὶ γᾶν νομιζόμε- | |
[να] πάντα Σώπατρος, καὶ λαβέτω | |
50 | [τὰ] ὑπάρχοντα τὰ Φιλοῦς καὶ Νι- |
[κο]στράτου πάντα. μάρτυροι· οἱ | |
[ἱερ]εῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄ- | |
[θα]μβος, καὶ οἱ ἄρχοντες Πολίτας, | |
[Κλ]έων, Κλεόμαντις, καὶ ἰδιῶται Τε[ι]- | |
55 | [μο]κλῆς Θρασέα, Σωσίπατρος Αἰα- |
[κί]δα, Ὀρθαῖος Κλεάνδρου, Ἀρίστω[ν] | |
[Ἥρ]υος, Ξενόδοκος Εὐκλείδα, Τε[ί]- | |
[σω]ν Θευχάριος, Ἁβρόμαχος Ε[ὐ]- | |
[αγόρα], Τιμόκριτος Εὐκλείδα, Πο- | |
60 | [λ]υτι[μίδ]ας. |