[ ]
Phokis — Delphi — ca. 129 BC
1 | ἄρχοντος Γλαύκου τοῦ Ξένωνος, μη- |
νὸς Ποιτροπίου, βουλευόντων τὰν πρώ- | |
ταν ἑξάμηνον Πολίτα τοῦ Ἀσάνδρου, Κλέ- | |
ωνος τοῦ [Δα]μοσθένε[ο]ς, γραμματεύοντ[ος] | |
5 | [δὲ] βουλᾶς Κλεομάντιος τοῦ [Ἥρ]υος, ἐπὶ τοῖσδ[ε] |
[ἀπ]έδοτο Διονυσία [․․․․․․․․]ς τῶι Ἀπόλλω- | |
[νι τ]ῶι Πυθίωι σώ[ματα ἀνδρ]εῖα δύο [π]αι- | |
[δάρ]ια, [ο]ἷς ὀνόμα[τα Ἄνδρω]ν καὶ [Θ]εόπ[ομ]- | |
[πος], τὸ γένος οἰ[κογενῆ, κα]ὶ ἄλ[λο κο]ρά- | |
10 | [σιο]ν, ἇι [ὄνο]μα Ἀφρ[οδισία, τὸ γ]ένος οἰκο- |
[γ]ενῆ, καὶ ἄλλο γ[υναικεῖον, ἇι] ὄνομα Εὐ[η]- | |
μερία, τὸ γένος [οἰκογενῆ], τιμᾶς ἀργυρί- | |
[ου μν]ᾶν εἴκ[οσι, καὶ τὰν τ]ιμὰν ἔχει πᾶσαν, | |
[καθὼ]ς ἐπίστευσαν Ἄνδρων καὶ Θεό- | |
15 | [πομπος καὶ] Ἀφροδισία καὶ Εὐημερία |
[τῶι θεῶι τὰν ὠνάν. βεβαι]ωτῆρες κα- | |
[τὰ τὸν νόμον τᾶς πόλιος· Εὐκλεί]δα[ς Κα]λλε[ί]- | |
[δα], Νε[․․․․․․․․․․․․․] Νουμηνίο[υ]. | |
[π]αραμ<ε>ινά[τωσαν δὲ Ἄνδρων καὶ Θ[εό]- | |
20 | [πομπος καὶ] Ἀφρο[δισία κα]ὶ Ε[ὐη]μερ[ία] |
παρὰ Διονυσίαν ἄχρι κ[α ζώῃ Διονυσία]· | |
ποιούντων δὲ πᾶν τὸ ποτ[ιτασσόμενον] | |
ἀνεγκλήτως· Ἀφροδισία δὲ [καὶ Εὐημερία] | |
καὶ ἀπὸ τοῦ σώματος καὶ ἄ[λλωι ὅτινι τρόπωι] | |
25 | ἐργαζέστων Διονυσίαι. [εἰ δὲ μὴ ποιέοιν] |
τὰ π[ρ]ο[γεγρ]αμμένα, ἢ μὴ π[αραμένοιν πα]- | |
ρὰ Διονυσίαν, ἤ τινες αὐτ[ῶν ․․․․․․․․, κυ]- | |
ρία ἔστω Διονυσία κολάζου[σα τὸν μὴ πειθαρ]- | |
χέοντα καὶ τὰν μὴ π<ε>ιθαρχ[έουσαν τρόπωι] | |
30 | ὧι κα θέλῃ, ἀζάμιος οὖσα καὶ ἀνυπόδι[κος] |
πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθ[ῃ] | |
Διονυσία, ἐλεύθεροι ἔστων Ἄνδρων κα[ὶ] | |
Θεό[π]ομπος καὶ Ἀφροδισία καὶ Εὐημερία· | |
ποιεόντων ὅ κα θέλωντι, καὶ ἀποτρεχό[ν]- | |
35 | [τ]ων [ο]ἷς κα θέλωντι, καὶ ἔστων καὶ ἀνέφα- |
πτοι τ[ὸ]ν πά[ντ]α βίον, καθὼς ἐπίστευσαν τὰ[ν] | |
ὠνὰ[ν] τῶι θεῶι. εἰ δέ τις [ἐ]φάπτοιτο Ἄνδρω- | |
νος ἢ Θεοπόμπο[υ ἢ Ἀφροδ]ισίας ἢ Εὐημερίας [ἐ]- | |
πὶ κατα[δ]ουλισμῶι, τελευτησάσας Διονυ- | |
40 | σίας, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠ- |
νὰν οἱ βεβαιωτῆρες κατὰ τὸν [νόμον]· ὁμοί- | |
[ω]ς [δ]ὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντ[ων] | |
σ[υ]λέοντες Ἄνδρωνα καὶ Θεόπομπον κα[ὶ Ἀ]- | |
[φρ]οδισίαν καὶ Εὐημ[ερί]αν, ὡς ἐλευθέρο[υς] | |
45 | ὄ[ντ]ας, ἀζάμι[ο]ι ὄντες καὶ ἀνυπόδικο[ι πά]- |
σας δίκας καὶ ζαμίας. μάρτυρες· [οἱ] | |
ἱερεῖς τοῦ [Ἀ]πόλλωνος τοῦ Πυθίου [Ἄρ]- | |
χων Καλ[λία, Ἄθα]μβος Ἁβρομάχου, καὶ [ἄρ]- | |
χοντες [Κλέων Δ]αμοσθένεος, Κλε[ό]- | |
50 | μαντις [Ἥρυος, κα]ὶ ἰδιῶται Θεύξενος [Καλ]- |
λία, Πολ[․․․․․․․․․․]ου, Δαμόστρατος [Με]- | |
νεστρά[του, Σώστρα]τος Σωτύλου, Ἀτε[ι]- | |
σί[δα]ς Ξ[ένωνος, Τ]αράντινος Ξενοκρίτ[ου], | |
Τείσων [Θευχάρ]ιος, Τιμόκριτος Εὐκλε[ίδα]. |