[ ]
Phokis — Delphi — ca. 129 BC
1 | [ἄρχοντος Γλαύκ]ου, μηνὸς Ἀπε[λλαί]- |
[ου, ἐπὶ τοῖσδε ․․․․δ]αμος [․]ω[․․]νος | |
[ἀπέδοτο τῶι Ἀπ]όλλωνι τῶι Πυθ[ί]- | |
[ωι σῶμα γυναικεῖον], ἇι ὄνομα Ἀριστ[ώ]- | |
5 | [τιμᾶς ἀργυρίου μνᾶ]ν τεσσάρων, καὶ |
[τὰν τιμὰν ἔχει πᾶσ]αν. βεβαιωτήρ κα- | |
[τὰ τὸν νόμον τᾶς πόλιος· Δ]ωρόθε- | |
[ος ․․․․․․․․, ἐφ’ ὧιτ]ε ἐλευθέραν | |
[εἶμεν ἀπὸ πάντων τὸν πάντα β]ίον, ποι- | |
10 | οῦ[σαν] ὅ κα θέλῃ, καὶ [ἀπο]τρέχουσαν |
οἷς κα θέλῃ. εἰ δ[έ τις] ἐφάπτοιτο Ἀρι- | |
στ[οῦς ἐ]πὶ κατ[αδο]υλισμῶι, κύριος ἔστω | |
[σ]υλ[έ]ων ὁ [π]αρατ[υ]χὼν ὡς ἐλευθέραν | |
Ἀρυστώ, καὶ ὁ ἀποδόμενος καὶ ὁ βεβαιω- | |
15 | τὴρ βέβαιον παρεχόντω τῶι θεῶι τὰν |
ὠνάν. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνο[ς] | |
Ἄρ[χω]ν Καλλία, Ἄθαμβος Ἁβρομά- | |
χου, κ[αὶ τ]ῶν ἰδιωτῶν Ἐκέφυλος, Ἡρά- | |
κων [Σωτύ]λου, Κλεώνδας, Ἀντιγενε[ί]- | |
20 | δας, Τιμόσ[τρα]τος, Εὐκλείδας Καλλε[ί]- |
δα, Κλεόδαμος Μαντία, Λαιάδας, Ἄ- | |
γων Ἀριστίωνος, Ἀτεισίδας Ὀρθαίου· | |
βουλευόντων τὰν πρώταν ἑ- | |
ξάμηνον Πολίτα τοῦ Ἀσάν- | |
25 | δρου, Κλέωνος τοῦ Δαμοσ[θέ]- |
νεος, γραμμα[τε]ύοντος δὲ Κλε[ο]- | |
μάντιος [το]ῦ [Ἥρ]υος, συνευδο- | |
κέοντος δὲ καὶ Χαριξένου τ[ο]ῦ | |
ὀρφανοφ[ύ]λακος. |