[ ]
Phokis — Delphi — 130 BC
1 | [ἄρχο]ντος Ἀριστί[ωνος, μηνὸ]ς Ἐνδυσπ[οι]- |
[τροπίου, βου]λευόντ[ων τὰν δε]υτέραν ἑξά- | |
[μηνον Μεγ]άρτα τοῦ Με[λισ]σίωνος, Βαβύ- | |
[λου τοῦ Ἀνδρ]ομένεος, γραμματεύοντο[ς] | |
5 | [δ]ὲ βουλ[ᾶ]ς Ἀρίστωνος τοῦ Ἥρυος, ἐπὶ τοῖ[σ]- |
[δ]ε ἀπέδοτο Χαρίξενος Ἀλέξωνος, συνε[υ]- | |
[δ]οκέονοτς καὶ τοῦ υἱοῦ Ἀλέξωνος τοῦ | |
[Χ]αριξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμ[α] | |
[γ]υναικεῖον ἇι ὄνομα Ἐρωτίς, τὸ γένος ἐν- | |
10 | [δ]ογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τ[ι]- |
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε τῶι θ[ε]- | |
ῶι τὰν ὠνὰν Ἐρωτίς, ἐφ’ ὧιτε αὐτὰ εἶμεν ἐ- | |
λευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
πάντα βίον, π[ο]ι[έ]ουσα ὃ κα θέλῃ καὶ ἀποτρέχο[υ]- | |
15 | σα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς νόμου[ς] |
τᾶς πόλιος Κλεό[δαμ]ος Μαντία. εἰ δέ τις ἐφ[ά]- | |
πτοιτο Ἐρωτίδος [ἐ]πὶ [κ]αταδουλισμῶι, βέβαι- | |
[ο]ν [παρεχ]έτω τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδόμε- | |
[νος, καὶ ὁ] βεβαιωτὴρ βεβαιούτω· καὶ ὁμοίως οἱ π[α]- | |
20 | [ρατυγχ]άνοντες κύριοι ἐόντω συλέοντες Ἐρω- |
[τίδα ὡ]ς ἐλευθ[έ]ραν οὖσαν, ἀζάμιοι ἐόντες κ[αὶ] | |
[ἀνυπό]δικοι [ο]ἱ συλέοντες πάσας δίκας καὶ ζ[αμί]- | |
[άς. μ]άρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Κ[αλ]- | |
[λία, Ἄ]θαμβος Ἁβρομάχου, καὶ ἰδιῶται Δαμόστρ[α]- | |
25 | [τ]ος Μενεστράτου, Πύρρος Ἀμεινία, Πασίων Κλέ[ω]- |
[ν]ος, Ἀτεισίδας Ὀρθαί[ου. ] |