[ ] Phokis — Delphi — ca. 125-100 BC — SIG(3) 729
1 ἄρχοντος ἐν Δελφοῖς Πολύωνος, [μηνὸ]ς Δαιδαφορίου τρεισκαιδε-
κάτᾳ, ἔδοξε τοῖς Ἀμφικτίοσι τοῖς [ἐλ]θοῦσιν εἰς Δελφοὺς δέχεσθαι πάντα[ς]
τοὺς Ἕλληνας τὸ ἀττικὸν τέτραχμ[ον] ἐν δραχμαῖς ἀργυρίου τέταρσι. ἐὰν
δέ τις τῶν ἐν ταῖς πόλεσιν οἰκούντ[ων], ἢ ξένος ἢ πολίτης ἢ δοῦλος, ἀνὴρ
5 ἢ γυνή, μὴ δέχηται μηδὲ διδῶι καθάπερ γέγ[ραπ]ται, ὁ μὲν δοῦλος μαστιγωθήτω
ὑπὸ τῶν ἀρχόντων, ὁ δὲ ἐλεύθερος ἀποτινέτ[ω δρ]αχμὰς ἀργυρίου διακοσίας· καὶ οἱ
ἄρχοντες οἱ ἐν ταῖς πόλεσι καὶ οἱ ἀγορανόμοι [συνεπι]σχυέτωσαν ἵν’ εἰσπράττη-
ται παρὰ τῶν μὴ πειθομένων τῶι δόγματι τὸ προ[γεγραμμέν]ον διάφορον· καὶ ἔστω
τοῦ εἰσπραχθέντος διαφόρου τὸ μὲν ἥμισον το[ῦ ἀγαγόντος] ἐπὶ τὴν ἀρχὴν τὸν ἀπει-
10 θοῦντα, τὸ δὲ ἥμισον τῆς πόλεως. ἐὰν δὲ οἱ ἄρχοντες [οἱ ἔναρχοι ἐν τ]αῖς πόλεσι ἢ <ἐν> ταῖς
πανηγύ[ρ]<ε>σι μὴ συνεπισχύωσιν τοῖς ἄγουσιν ἐφ’ [αὐτοὺς τὸν ἀπειθοῦν]τα τῶι δόγματι, εἶ-
ναι κατ’ αὐτῶν τὰς κρίσεις ἐν τοῖς Ἀμφικτύοσιν, π[εποιημένης πρότερον ἐξε]τάσεως κατὰ τ[οὺς]
ἀμφικτυονικοὺς νόμους. [ὁμοίω]ς δὲ καὶ ἐὰν οἱ τραπ[εζῖται οἱ καθίζοντες ἐν ταῖς πόλε]σι καὶ ταῖς π[ανη]-
γύρεσι μὴ πειθαρχῶσιν τῶι [δόγ]ματι, ἐξουσίαν ἔχε[ιν τὸν βουλόμενον ἄγειν αὐτοὺς ἐπὶ τοὺ]ς ἄρχοντ[ας· εἶ]-
15 [ν]αι δὲ καὶ κατὰ τούτων τὰς κρίσεις, ἐάν τινες βού[λωνται μὴ συνεπισχύειν τοῖς ἄγουσιν, ὥσπερ κατ]ὰ τῶ[ν ἄλ]-
[L]WN GE/GRAPTAI. TOU= DE\ DO/GMATOS TO\ A)NTI/GRAFON [DIAKOMI/ZEIN E(/KASTON TW=N I(EROMNHMO/NWN E)SFRAGISME/NON]
[εἰς] τὴν ἑαυτοῦ πατρίδα, διαπέμψασ<θ>αι δὲ αὐ[τὸ τὸν γραμματέα πρὸς πάντας τοὺς Ἕλληνας, καὶ ἀναγράψαι]
[ἐν Δ]ελφοῖς ἐπὶ τὸν τῶν Ἀθηναίων θησαυρὸν [ἐν τῶι ἱερῶι τοῦ θεοῦ, ὁμοίως δὲ καὶ ἐν Ἀθήναις ἐν ἀκροπόλει, ὅπως]
[πάντε]ς ἐπιγινώσκωσιν ἣν πεποίηνται οἰ[κονομίαν οἱ Ἀμφικτύονες περὶ τούτων].
Search Help
Contact Us