[ ]
Phokis — Delphi — ca. 125-100 BC — SIG(3) 729
1 | ἄρχοντος ἐν Δελφοῖς Πολύωνος, [μηνὸ]ς Δαιδαφορίου τρεισκαιδε- |
κάτᾳ, ἔδοξε τοῖς Ἀμφικτίοσι τοῖς [ἐλ]θοῦσιν εἰς Δελφοὺς δέχεσθαι πάντα[ς] | |
τοὺς Ἕλληνας τὸ ἀττικὸν τέτραχμ[ον] ἐν δραχμαῖς ἀργυρίου τέταρσι. ἐὰν | |
δέ τις τῶν ἐν ταῖς πόλεσιν οἰκούντ[ων], ἢ ξένος ἢ πολίτης ἢ δοῦλος, ἀνὴρ | |
5 | ἢ γυνή, μὴ δέχηται μηδὲ διδῶι καθάπερ γέγ[ραπ]ται, ὁ μὲν δοῦλος μαστιγωθήτω |
ὑπὸ τῶν ἀρχόντων, ὁ δὲ ἐλεύθερος ἀποτινέτ[ω δρ]αχμὰς ἀργυρίου διακοσίας· καὶ οἱ | |
ἄρχοντες οἱ ἐν ταῖς πόλεσι καὶ οἱ ἀγορανόμοι [συνεπι]σχυέτωσαν ἵν’ εἰσπράττη- | |
ται παρὰ τῶν μὴ πειθομένων τῶι δόγματι τὸ προ[γεγραμμέν]ον διάφορον· καὶ ἔστω | |
τοῦ εἰσπραχθέντος διαφόρου τὸ μὲν ἥμισον το[ῦ ἀγαγόντος] ἐπὶ τὴν ἀρχὴν τὸν ἀπει- | |
10 | θοῦντα, τὸ δὲ ἥμισον τῆς πόλεως. ἐὰν δὲ οἱ ἄρχοντες [οἱ ἔναρχοι ἐν τ]αῖς πόλεσι ἢ <ἐν> ταῖς |
πανηγύ[ρ]<ε>σι μὴ συνεπισχύωσιν τοῖς ἄγουσιν ἐφ’ [αὐτοὺς τὸν ἀπειθοῦν]τα τῶι δόγματι, εἶ- | |
ναι κατ’ αὐτῶν τὰς κρίσεις ἐν τοῖς Ἀμφικτύοσιν, π[εποιημένης πρότερον ἐξε]τάσεως κατὰ τ[οὺς] | |
ἀμφικτυονικοὺς νόμους. [ὁμοίω]ς δὲ καὶ ἐὰν οἱ τραπ[εζῖται οἱ καθίζοντες ἐν ταῖς πόλε]σι καὶ ταῖς π[ανη]- | |
γύρεσι μὴ πειθαρχῶσιν τῶι [δόγ]ματι, ἐξουσίαν ἔχε[ιν τὸν βουλόμενον ἄγειν αὐτοὺς ἐπὶ τοὺ]ς ἄρχοντ[ας· εἶ]- | |
15 | [ν]αι δὲ καὶ κατὰ τούτων τὰς κρίσεις, ἐάν τινες βού[λωνται μὴ συνεπισχύειν τοῖς ἄγουσιν, ὥσπερ κατ]ὰ τῶ[ν ἄλ]- |
[λ]ων γέγραπται. τοῦ δὲ δόγματος τὸ ἀντίγραφον [διακομίζειν ἕκαστον τῶν ἱερομνημόνων ἐσφραγισμένον] | |
[εἰς] τὴν ἑαυτοῦ πατρίδα, διαπέμψασ<θ>αι δὲ αὐ[τὸ τὸν γραμματέα πρὸς πάντας τοὺς Ἕλληνας, καὶ ἀναγράψαι] | |
[ἐν Δ]ελφοῖς ἐπὶ τὸν τῶν Ἀθηναίων θησαυρὸν [ἐν τῶι ἱερῶι τοῦ θεοῦ, ὁμοίως δὲ καὶ ἐν Ἀθήναις ἐν ἀκροπόλει, ὅπως] | |
[πάντε]ς ἐπιγινώσκωσιν ἣν πεποίηνται οἰ[κονομίαν οἱ Ἀμφικτύονες περὶ τούτων]. |