[ ]
Phokis — Delphi — undated — CID 3.2
1 | [πα]ι̣ὰν δὲ καὶ π[οθό]διον {²⁶πρόσοδιον}²⁶ εἰς τ[ὸν θεὸν ὃ ἐπό]η̣σε[(ν) ․․․․․․15․․․․․․․]ν<α>ιμηνι̣[․․․․]ο̣ινο[— — —]. |
I.1 | [ἴ]τ’ ἐπὶ τηλέσκοπον ταάν[δ]ε Πα[ρνασί]αν [φιλόχορον?] |
δικόρυφον κλειειτύν, ὕμνωων κ[ατάρ]χ̣[ετε δ’ ἐμῶν], | |
Πιερίδες, αἳ νιφοβόλους πέτρας ναίεθ’ [Ἐλι]κωνίδ̣[ας]· | |
μέλπετε δὲ Πύθιον χ̣[ρ]υ̣σεοχαίταν, ἕ[κατ]ον, εὐλύραν | |
5 | Φοῖβον, ὃν ἔτικτε Λατὼ μάκαιρα πα[ρὰ λίμναι] κ̣λυτᾶι, |
χερσὶ γλαυκα[ᾶ]ς ἐλαίας θιγουοῦ[σ’ ὄζον ἐν ἀγωνίαι]ς | |
ἐριθα[λῆ]. | |
πᾶ̣[ς δὲ γ]άθησε πόλος οὐράνιος̣ [ἀννέφελος, αἀγ]- | |
[λαός· ν]ηνέμους δ’ ἔσχεν αἰθηὴρ ἀε̣[λλωῶν ταχυπετ]εῖς | |
10 | [δρό]μους· λῆξε δὲ βαρύβρομον Νη[ηρέως ζαμενὲς ο]εἶ- |
δμ’ ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ γ[αᾶν ὑγραεῖς ἀγ]κά- | |
λαις αἀμπέχει. | |
τότε λιπὼγ Κυυνθίαν ναᾶσον ἐ[πέβα θεὸ]ς πρω[τό]- | |
καρπογ κλυτὰν Ἀτ<θ>ίδ’ ἐπὶ γααλ[όφωι πρωῶνι] Τριτωωνίδος· | |
15 | μελίπνοον δὲ λίβυς αὐδὰγ χέω[ν λωωτὸς ἀνέμελ]πεν [ἁ]- |
δειεῖαν ὄπα μειγνύμενος αιεἰόλ[οις κιθάριος μέλεσιν]· | |
[ἅ]μα δ’ ἴαχεμ πετροκατοίκητος ἀχ[ὼ παιὰν ἰὲ παιάν· ὃ]δ̣ὲ̣ γ̣έ̣γ̣α̣- | |
θ’, ὅτι νόωι δεξάμενος αἀμβρόταν Δι̣[ὸς ἐπέγνω φρέ]ν̣’· ἀνθ’ ωὦν | |
ἐκείνας ἀπ’ ἀρχᾶς Παιήονα κικλήισκ[ομεν ἅπας λ]αὸς α[ὐτο]- | |
20 | χθόνων ἡδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ ἑσμὸς ἱ]ερὸς τεχνι- |
τωῶν ἔνοικοος πόλει Κεκροπίαι. vac. ἀ[λλὰ χρησμ]ωιδὸν | |
ὃς ἔχειεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα ταάνδα Π]αρνα[α]- | |
σίαν δειράδα φιλένθεον. ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]ν̣ω̣[ῶπα] | |
δάφνας κλάδον πλεξάμενος ἀαπ[λέτους θεμελίους τ’] | |
25 | αἀμγρόται χειρὶ σύρων, ἄναξ, Γ[ᾶς πελώ̣ρωι συναντᾶις] |
κόραι. vac. ἀλλὰ Λαατοῦς ἐρατογ[λέφαρον ἔρνος ἀγρ]- | |
[ία]μ παῖδα Γα[ᾶς] τ̣’ ἔπεφνες ἰοῖς, ὁ[μοῦ τ’ ἀναβοᾶς(?) ἣ δὲ] | |
II.28 | πόθον ἔσχε ματρὸς [φίλης? ․․․․] |
[․․]ηρ ἃ κατέκτ[α]ς̣ οσ[․․․․] | |
30 | [συ]ύριγμ’ ἀπε․․ων[․․․] |
[․․․] ἐφρούρε[ιεις] δὲ Γαᾶ[ς ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]- | |
βαρος ἄρης ὅτε [τε]ὸμ μαντόσ[υνον οὐ σεβίζων ἔδος πολυκυ]- | |
θὲς ληζόμενος ὤλεχ’ ὑγρᾶι χ[ιόνος ἐν ζάλαι. vac. ἀλλ’ ὦ Φοιβε], | |
σῶιζε θεόκτι<σ>τον Παλλάδος [ἄστυ καὶ λαὸν κλεινόν, σύν] | |
35 | τε θεά, τόξων δέσποτι Κρησίω[ν κυνῶν τ’ Ἄρτεμις, ἠδὲ Λατὼ] |
κυδίστα· καὶ ναέτας Δελφῶν τ̣[ημελεῖθ’ ἅμα τέκνοις, συμ]- | |
δίοις, δώμασιν ἀπταίστους, Βάκχου [θ’ ἱερονίκαισιν εὐμε]- | |
νεῖς μόλετε πορσπόλοισ<ι>, τάν τε δ̣ορίσ̣[τεπτον κάρτεϊ] | |
Ῥωμαίω[ν] ἀρχὰν αὔχετ’ ἀγηράτωι θάλ[λουσαν φερε]- | |
40 | νίκαν. |