[ ] Phokis — Delphi — 205/4-203/2 BC? — SIG(3) 563; SGDI 2530
a.1             θεοί.
στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου· ἐπ[ειδὴ]
Τήϊοι, πρεσβευτὰς ἀποστείλαντες Π[υθα]γόρα[ν Κλείτου]
καὶ Κλεῖτον Κλείτου, τάν τε οἰκειότατα [καὶ τὰν φιλίαν ἀνε]-
5 νεοῦντο, καὶ παρεκάλεον τοὺς Αἰτωλο[ὺς ὅπως τάν τε]
πόλιν αὐτῶν καὶ τὰν χώραν ἐπιχερ[ήσωντι ἱερὰν εἶμεν]
[καὶ] ἄσυλον τοῦ Διονύσου· δεδόχ[θαι τοῖς Αἰτωλοῖς πο]-
[τὶ τ]οὺς Τ[ηΐους τὰν] φιλία[ν καὶ οἰκειότατα τὰν]
[ὑπάρχουσαν διαφυλάσσειν, καὶ τὰ ψαφίσματα τὰ πρότε]-
10 [ρον γεγονότα αὐτοῖς περὶ πάντων τῶν φιλανθρώ]-
[πων κατάμονα εἶμεν· ὑπάρχειν δὲ αὐτοῖς παρὰ τῶν]
[Αἰτωλῶν τᾶς τε πόλιος καὶ τᾶς χώρας τὰν ἀνιέρωσιν καὶ]
[Τηΐους μηδὲ τοὺς ἐν Τέωι κατοικέοντεας, μηδαμόθεν ὁρμω]-
[μένους, ἀλλὰ τὰν ἀσφάλειαν καὶ ἀσυλίαν εἶμεν αὐτοῖς]
15 [τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰτωλίαι κατοικεόντων. εἰ δέ]
[τίς κα ἄγηι ἢ αὐτοὺς ἢ τὰ ἐκ τᾶς πόλιος ἢ χώρας],
[τὰ μὲν ἐμφανῆ ἀναπράσσειν τὸν στραταγὸν καὶ τοὺς συνέδρους]
[ἀεὶ τοὺς ἐνάρχους, τῶν δὲ ἀφανέων ὑποδίκους εἶμεν τοὺς]
[ἀχνηκότας, γινομένας τοῖς Τηΐοις τᾶς ἐγδικάσιος καὶ τᾶς]
20 [λοιπᾶς οικονομίας καθὼς καὶ τοῖς Διονυσιακοῖς τεχνί]-
[ταις ὁ νόμος τῶν Αἰτωλῶν κελεύει. ὅπως δὲ καὶ εἰς τοὺς]
[νόμους καταχωρισθῆι <ἁ> ἀνιέρωσις καὶ ἀσυλία, τοὺς κατα]-
[σταθέντας νομογράφους καταχωρίξαι, ἐπεί κα αἱ νο]μογρα-
[φίαι γίνωνται, ἐν τοὺς νόμους].
25
b.1 [θεο]ί.
[ἐπὶ Μεγάρτα ἄρχοντος, πυλαίας ἠρινῆ]ς, ἱερομναμονού[ν]-
[τ]ων Αἰτωλῶν Ἀριστάρχου Ἀμφισσέος, Φιλλέα [․․․․․․]
ου, Λαμίου Οἰ<χα>λειέος, Ξενοκράτεος Στρατίου, Λεοντ[ο]-
5 μένεος Φυταιέος, Βουθήρα Ἀρσινοέος, Ἀγοραίου Ὑπα-
ταίου, Πυρρία Θηβαίου, Ἁρμόστου Λαμιέος, Δαμοκρά[τεος]
Εἰτεαίου, Λαμίσκου Ἀργείου, Κεφαλλάνων Σωτάκ[․․․․․]
ου, Δελφῶν Πραόχου, Πατρέα, Χίων Πλειστία, Μαγ[νήτων ․․․․]
γένεος, Ἀγηναίων Ἀμύκλα· ἐπεὶ παραγενόμενο[ι πρεσβευ]-
10 ταὶ παρὰ τοῦ δάμου τοῦ Τηΐων ποτὶ τὸ κοινὸν τ[ῶν  Αἰτω]-
λῶν Πυθαγόρας Κλείτου καὶ Κλεῖτος Κλείτου, [καὶ νῦν ἐλθόν]-
τες ποτὶ τοὺς ἱερομνάμονας, ἐνεφάνιξαν τ[ὰ δεδομένα]
παρὰ τῶν Αἰτωλῶν φιλάνθρωπα καὶ τίμια [τῶι δάμωι]
τῶι Τηΐων· ἔδοξε τοῖς Ἀμφικτιόνοις τὰμ π[όλιν καὶ τὰν]
15 χώραν τῶν Τηΐων ἱερὰν εἶμεν καὶ ἄσυλον Δι[ονύσου ἀπὸ]
πάντων, καὶ ὑπάρχειν τοῖς Τηΐοις καὶ τοῖς ἐν Τέω[ι κατοι]-
[κ]εόντοις παρ’ Ἀμφικτιόνων τὰ φιλάνθρωπα καὶ τίμι[α]
[πάν]τα ὅσα καὶ τοῖς Διονυσιακοῖς τεχνίταις δέδοτα[ι]
[παρὰ] τῶν Ἀμφικτιόνων.
20
c.1 θεοί.
[ἔδοξε τ]ᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφ[οις ταῖς ἐννό]-
[μοις· ἐπειδὴ Τήϊοι, πρεσβευτὰς ἀποστ[είλαντες Πυθαγό]-
[ραν Κλείτου καὶ Κλεῖ]τον Κλείτου, τά[ν τε οἰκειότατα καὶ φι]-
5 [λίαν ἀνενεώσαντο, καὶ π]αρεκάλεον τὰ[ν πόλιν ὅπως ἅ τε]
[πόλις καὶ ἁ χώρα αὐτῶν] ἐπιχωρηθῇ ἱε[ρὰ εἶμεν καὶ ἄσυλος]
[τοῦ Διονύσου· δεδόχθαι τᾶι] πόλει [τάν τε φιλίαν καὶ οἰκειό]-
[τατα τὰν ὑπάρχουσαν πὸτ τοὺς Τη]ΐους [διαφυλάσ]-
[σειν καὶ ἐπὶ πλέον αὔ]ξειν, καὶ εἶμεν αὐτῶν τάν τε πό-
10 [λιν καὶ τὰν χώραν ἱερ]ὰν καὶ ἄσυλον τοῦ Διονύσου, καθὼς κα[ὶ]
[οἱ πρεσβευταὶ παρε]κάλεον, καὶ εἶμεν αὐτοῖς τὰν ἀσφάλειαν
[καὶ ἀσυλίαν καὶ] τοῖς ἐν Τέῳ κατακεόντοις καθὼς καὶ τοῖς
[Διονυσιακοῖς] τεχνίταις· ὅπως δὲ διαμένηι τόδε τὸ ψάφισ-
[μα ἐν πάντα τὸ]ν χρόνον, ἀναγράψαι τοὺς ἐνάρχ[ου]ς βου-
15 [λευτὰς ἐν τ]ῶι ἱερῶι. ἄρχοντος Μεγάρτα, βουλευόντων
[Μανσιθέου, Ἀ]θάμβου, Πρωτάρχου, Φιλίνου, Νικοβούλου.
d.1             θεοί.
[Δελφοὶ ἔ]δωκαν Πυθαγόραι καὶ Κλείτωι Κλείτου Τηΐοις,
[αὐτοῖς κ]αὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρία[ν],
[προδικ]ίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἄλλα ὅσ[α]
5 [καὶ τ]οῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος
[Με]γάρτα, βουλευόντων Μνασιθέου, Ἀθάμβου, Πρωτάρ[χου],
Φιλίνου, Νικοβούλου.
Search Help
Contact Us