[ ] Phokis — Delphi — ca. 78 BC
1 [ἄ]ρχοντος Λαιάδα, μηνὸς Δαιδαφορίου, βο[υ]λευόντων Ἀρχία, Διονυσίου, Νικοστράτου, Θεοχάριος ἐπὶ τ[οῖσδε]
ἀπέδοτο Ἰράνα, συνευαρεστέοντος καὶ τ[οῦ] υἱοῦ αὐτὰς Βίωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον ᾇ ὄνο[μα Σω]-
τηρίς, τὸ γένος Β<οι>ωτά, τειμᾶς ἀργυρίου μ[νᾶ]ν τριῶν, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους [τᾶς]
πόλιος· Δάμων Μένητος. παραμ<ε>ινάτω δὲ [Σω]τηρὶς Εἰράνᾳ, ποιοῦσα πᾶν τὸ ἐπ[ιτασσόμενον ἀνεγκλήτως· εἰ δὲ μ[ὴ πα]-
5 [ρ]αμείναι, ἢ μὴ ποιῇ τὸ ἐπιτασσόμενον [Σωτη]ρίς, ἐξουσίαν ἐχέτω Εἰράνα ἐπιτιμέουσα καὶ ψοφεύσασα καὶ δ[ιδέ]-
ουσ[α τρόπω]ι ὧι κα θέλῃ. ἐπεί κά τι ἀνθρώ[πινον γένηται π]ερὶ Ἰράναν, ἐλευθέρα ἔστω
[Σ]ω[τηρίς, καὶ ποι]είτω ὅ κα θέλῃ. εἰ δέ τις ἐφ[άπτοιτο Σωτηρίος ἐπὶ κ]αταδουλισμῷ, κύριος
ἔστω συλέων [ὁ] [παρατυχὼν ὡ]ς ἐλ[ευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ]
ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας, [καὶ ὁ βεβαιωτὴρ βέβαιον πα]-
10 ρεχέτω τὰν ὠνὰν τῶι θεῷ. μάρτυροι· οἱ [ἱερεῖς Ξενοκράτης Ἀγησιλά]-
ου, Αἰακίδας Βαβύλου, Βαβύλος Λα[ιάδα, ․․․․․․․․․․․․․․․․․]-
του, Νικόστρατος Εὐδώρου, Σώτας [․․․․․․․․․․]
Search Help
Contact Us