[ ] Phokis — Delphi — ca. 80 BC
1 [ἄρχ]οντος ἐν μὲν Χαλ[εί]ωι Ἀλε[ξάνδρ]ου τοῦ Ξεν[οκράτεος, μηνὸς ․․․․․․․․․․․․],
[ἐ]ν δὲ Δελφοῖς ἄρχοντος Χαριξ[έν]ου τοῦ Σωτύλο[υ, μηνὸς ․․․․․․․․․․․․․․, βουλευόν]-
[τ]ων ἐν Δελφοῖς Φιλαιτώλου τοῦ Μέντορος, Δάμωνο[ς τοῦ ․․․․․․․, ․․․․․․․․ τοῦ ․․․․․]
[․ο]υ, Νικοστράτου τοῦ Εὐδώρου, ἐπὶ τοῖσδε ἀπέδοτο Δμὼ ․․․․․․․․․․, παρ]όν-
5 [τ]ος καὶ συνευαρεστέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Μικκε[․․․ ․․․․․․, τῶι Ἀπόλλωνι τ]ῶι
Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον ᾇ ὄνομα Εἰρ[άνα, τὸ γένος ․․․․․․․, τιμᾶς] ἀρ-
γυρίου μνᾶν ἐννέα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβα[ιωτήρ· Βα]β[ύλος Ἀνδρομένε]ος, κα-
θὼς ἐπίστευσε Εἰράνα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλε[υθέρα εἶμ[εν καὶ ἀνέφαπτο]ς ἀπὸ πάν-
των τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλῃ, καὶ ἀποτρέχου[σα]{ν} ᾅ κα θέληῳ. ε[ἰ δέ τις] ἐφάπτοιτο ἐπὶ
10 καταδουλισμῷ Εἰράνας, βέβαιον παρεχόντω τὰν ὠ[νὰ]ν τῷ θεῷ ἅ τε ἀποδομένα Δαμὼ καὶ
ὁ βεβαιωτὴρ Βαβύλος· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν [κ]ύριος ἔστω συλέων  Εἰράναν ὡς ἐλευ-
θέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δ[ίκ]ας καὶ ζαμίας. μάρτυροι· Ξενίας, Πολέ-
μαρχος, Εὔπορος, Ἀλέξανδρος, Ὑβρίλαος Χαλεεῖς·  Αἰακίδας Bαβύλου, Ξενοκράτης Ἀγη-
σιλάου, Λαιάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος, Κλέων Νικία.
Search Help
Contact Us