[ ]
Phokis — Delphi — ca. 104-95 BC
1 | ἄρχον[τος ․․․․․․․․․], μηνὸς [․․․․․․․․․․ο]υ, ἀπέδοτο |
Ἀρίστω[ν ․․․․․․․․․․]ς τῶι Ἀπ[όλλωνι] τῶι Πυθίωι σῶμα | |
γυναικεῖο[ν, ἇι ὄνομα Ν]ικαρχί[ς, τὸ γέν]ος Θρ[α]ῖσαν, τιμᾶς | |
ἀργυρίου μνᾶν πέντ[ε, κα]ὶ τὰν [τιμὰν ἔ]χει πᾶσαν, καθὼς ἐπί- | |
5 | [σ]τευσε Νικαρχὶς τῷ θεῷ τ[ὰν] ὠνάν, ἐ[φ’ ᾧτε ἐ]λευθέραν εἶμεν καὶ |
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν[τα βίο]ν, ποιοῦσα ὅ κα θέλῃ | |
καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βε[βαιω]τὴρ κατὰ τοὺς νόμους | |
τᾶς πόλιος· Ἁγίων Ἐχεφύλου. εἰ δέ τι[ς ἐφά]πτοιτο ἐπὶ καταδου- | |
λιζμῶι Νικαρχίος, βέβαιον παρεχό[ντω] τῷ θεῷ τὰν ὠνὰν ὅ τε | |
10 | ἀποδόμενος Ἀρίστων καὶ ὁ βεβαι[ωτὴρ] Ἁγίων· ὁμοίως δὲ καὶ |
οἱ παρατυγχάνοντες κύριοι ἔστ[ων συ]λέοντες Νικαρχὶν | |
ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄν[τες καὶ] ἀνυπόδικοι πάσας | |
δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱ[ερεῖς τ]οῦ Ἀπόλλωνος | |
Πατρέας, Ἁγίων, καὶ ἰδιῶται Πε[ισίστ]ρατος, Θεόξενος, | |
15 | Ἀτεισίδας ὁ νεωκόρος, Ξενόκριτο[ς, ․․․․․]ιλος, Καλλικράτης, |
Ἡρακλείδας Ἀριστοδάμου. |