[ ] Phokis — Delphi — ca. 110 BC
1 ἄρχοντος Ἄγωνος τοῦ Ἀριστίωνος, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Σω-
σιξένου τοῦ Ξένωνος, Κάλλωνος τοῦ Ξένωνος, γραμματεύοντος δὲ Νικοδάμου τοῦ Στράτω-
νος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Σωσιξένου, συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ
Καλλοῦς καὶ τοῦ ὑοῦ Σωσι[ξένου], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὅνομα
5 Ἡράκλεια, τὸ γέν[ος ἐνδογενῆ, τιμᾶς ἀργ]υρίου μνᾶν ἔξ, καὶ τὰν τιμὰν ἔ[χει π]ᾶσα[ν].
βεβαιωτὴρ κατὰ τ[οὺς νόμους τᾶς πόλι]ος· Νικίας Βαβύρτα(!), ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
Ἡράκλεαν καὶ ἀνέφα[πτον ἀπὸ πάντων, πο]ιοῦσα ὅ κα θέλῃ, καὶ ἀποτρέχουσα οἷς κα θέλῃ.
εἰ δέ τις ἐφάπτοιτο Ἡρακλ[έας ἐπὶ κατα]δουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων
Ἡράκλεαν ὡς ἐλευθέραν οὕσα[ν, ἀζάμι]ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας,
10 καὶ ὁ βεβαιωτὴρ βεβαιούτω, καὶ ὁ ἀπ[οδόμε]νος βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· Διό-
δωρος Ἀντιγένεος, Σώτυλος Σωστ[ράτο]υ, Ἰραναῖος Θευδότου, Ἡράκων, Ἀρχέλαος, Πολύων.
Search Help
Contact Us