[ ]
Phokis — Delphi — ca. 110 BC
1 | ἄρχοντος Ἄγωνος, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Σωσιξένου τοῦ Ξένωνος, |
Κάλλωνος τοῦ Ξένωνος, γραμματεύοντος δὲ Νικοδάμου τοῦ Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων | |
Σωσιξένου, συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Καλλοῦς καὶ τοῦ υἱοῦ Σωσιξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὅνομα Ἀπολλωνία, καὶ παιδάριον ὧι ὄνομα Φίλων, τὸ γένος ἐνδογενεῖς, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Νικίας Βαβύτρα, ἐφ’ ὧιτε |
ἐλευθέρους εἶμεν Ἀπολλωνίαν καὶ Φίλωνα καὶ ἀνεφάπτους ἀπὸ πάντων, ποιοῦντας ὅ κα θέλωντι | |
καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο Ἀπολλωνίας ἢ Φίλωνος ἐπὶ καταδουλισμ[ῶι]. | |
κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας κα[ὶ] | |
ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος Ἁβρομάχου, Πατρέας Ἀνδρονίκου, καὶ ἰδιῶται Διόδ[ω]- | |
10 | ρος Ἀντιγένεος, Σώτυλος Σωστράτου, Εἰραναῖος, Σώτυλος Ἡράκωνος, Ἀρχέλαος, Πολύων. |