[ ] Phokis — Delphi — ca. 110 BC
1 ἄρχοντος Ἄγωνος, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Σωσιξένου τοῦ Ξένωνος,
Κάλλωνος τοῦ Ξένωνος, γραμματεύοντος δὲ Νικοδάμου τοῦ Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων
Σωσιξένου, συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Καλλοῦς καὶ τοῦ υἱοῦ Σωσιξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὅνομα Ἀπολλωνία, καὶ παιδάριον ὧι ὄνομα Φίλων, τὸ γένος ἐνδογενεῖς, τιμᾶς ἀργυρίου
5 μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Νικίας Βαβύτρα, ἐφ’ ὧιτε
ἐλευθέρους εἶμεν Ἀπολλωνίαν καὶ Φίλωνα καὶ ἀνεφάπτους ἀπὸ πάντων, ποιοῦντας ὅ κα θέλωντι
καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο Ἀπολλωνίας ἢ Φίλωνος ἐπὶ καταδουλισμ[ῶι].
κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας κα[ὶ]
ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος Ἁβρομάχου, Πατρέας Ἀνδρονίκου, καὶ ἰδιῶται Διόδ[ω]-
10 ρος Ἀντιγένεος, Σώτυλος Σωστράτου, Εἰραναῖος, Σώτυλος Ἡράκωνος, Ἀρχέλαος, Πολύων.
Search Help
Contact Us