[ ] Phokis — Delphi — ca. 120 BC
1 ἄρχο[ντος ἐν Λ]ιλαία[ι ․․οξένου ․․․․․․․․․ μηνὸς] ἑνδεκάτου, ἐν δὲ
Δελφοῖ[ς ἄρχοντο]ς Καλλικρά[τεος, ἀ]πέδοτο Πατροκλέας Μνασί-
α Λιλαιε[ὺς σῶ]μα ἀνδρεῖον, [ὧι] ὄνομα Διονύσιος, τῶι Ἀπόλλω-
νι τῶι Πυ[θίωι ἐ]π’ ἐλ[ευ]θερίαι, καθὼς ἐπίστευσε Διονύσιος τὰν ὠ-
5 νὰν τῶι θεῶι, τιμᾶς ἀργυρίου μνᾶν πέντε. παραμ[ε]ινάτω δὲ Διονύσι-
ος παρὰ Πατροκλέ[αι], μέχρι οὗ κα ζώῃ Ξενοφάντα καὶ ὁ ἀνὴρ αὐτᾶς
Ἀρί[στ]ων, ἀν[εγκ]λήτως. ἐπεὶ δέ κα οὗτοι μεταλλά[ξων]τι τὸν βίον,
ἐλεύθερος ἔστω [Διο]νύσιος. τὰν [τιμὰν] ἔχει πᾶσαν. βε[βα]ιωτὴρ ἐπὶ
τούτο[ις] κατὰ τὸν νόμον· Μνασίας Τιμοκράτεος Λιλαιεύς. ἁ ὠνὰ
10 παρὰ [τὸν ἄ]ρχοντα [․․]όξενον καὶ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος [τοῦ] Πυ-
θίου. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλων[ος Ἄρ]χων, [Ἄθ]αμβος, Κλέων Πασί-
ωνος, Π[․․]όμαχος Φιλοξένου Δελφοί, Ξενοκράτης Καλλιτέλεος, Ἐπίνι-
κο[ς] Τιμοκράτεος, Ξενοκράτη[ς] Μνασία, {Ξένων} Ξένων Ξενόφων<τ>ος.
Search Help
Contact Us