[ ] Phokis — Delphi — ca. 126 BC
1 ἄρχοντος Ἁβρομάχου το[ῦ Μαντ]ία, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρ[ώταν ἑξάμηνον Διοδώ]-
ρου τοῦ Ἄρχωνος Δάμων[ος τοῦ] Ἀθανίωνος, γραμματεύοντος δὲ Ἀρχελάου το[ῦ Πεισιθέου τοῖσ-
δε ἀπέδοτο Ε[ὐ]άγγελος Πά[τρωνο]ς τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικεῖον ἇι ὄνομ[α Εὐτυχὶς τὸ γένος ἐνδο-
γενὲς ἐξ Ἀμφίσσας, τιμᾶς ἀργ[υρίου] μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί[στευσε Εὐτυχὶς]
5 τῷ θεῷ τάν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, πο[ιοῦσα ὅ κα θέλῃ],
καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος Φίλων Ἰατάδα, Νικάτ[ας ․․․․․․․․ εἰ δέ]
τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ Εὐτυχίος, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμ[ενος Εὐάγγελος]
καὶ οἱ βεβαιωτῆρες Φίλων καὶ Νικάτας· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τῷ θεῷ τὰν ὠνάν, πράκτιμοι ἐ[όντων τῷ θεῷ]
μνᾶν δέκα, καὶ Εὐτυχὶς ἐλευθέρα ἔστω, καὶ οἱ παρατυγχάνοντες ὁμοίως κύριοι ἐόντω[ν συλέοντες]
10 Εὐτυχίαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ[τυροι· ὁ ἱερεὺς]
τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, καὶ ο[ἱ] ἄρχοντες Διόδωρος, Δάμων, Ἀρχέλαος, καὶ ἰδιῶται Κλε[․․․․․․․․․․․․]
Ἰατάδας Πάτρωνος, Ὀρθαῖος Σωσία, Π[ά]τρων Θρασέα, Πράοχος, Πυρρίας οἱ Ἀρχελάου, Ἀτεισίδας [․․․․․․․],
Τιμοκλῆς Πολύωνος.
Search Help
Contact Us