[ ] Phokis — Delphi — 130 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Σωσι[πά]-
τρου τοῦ Αἰακίδα, Πάτρωνος τοῦ Ἰατάδα, γραμματεύοντος δὲ τᾶς βουλᾶς Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐν δὲ Ἀμβρύσσωι ἄρχοντος
Φιλοκράτεος τοῦ Εὐβιότου, μηνὸς δευτέρου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐαγορίδας Ἡρακλείδα Ἀμβρύσσιος, συμπαρόντων καὶ συνευδο-
κεόντων καὶ τῶν υἱῶν αὐτοῦ Ἀμεινολάου καὶ Νικέα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα Ἡραιΐς, τιμᾶς ἀργυρίου
5 μνᾶν πέντε. τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἡραιΐς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πά[ν]-
των τὸμ πάντα βίον, ποιοῦσα ὃ κα θέλῃ, καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πρόξενος Εὐκρίτου Ἀμβρύσσιος. εἰ δ[έ]
τις ἐφάπτοιτο Ἡραιΐδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὐαγορίδας καὶ ὁ βεβαιωτὴρ Πρό[ξε]-
νος· εἰ δὲ μὴ παρέχοιεν τῶι θεῶι βέβαιον τὰν ὠνάν, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον τᾶς πόλεως καὶ Ἡραιῒς ἐλευθέρα ἔστω, καὶ οἱ παρατυ-
χόντες κύριοι ἐόντω συλέοντες Ἡραιΐδα ἐπ’ ἐλευθερίαι ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας
10 δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων, καὶ ἰδιῶται Ἄγων Ἀ-
ριστίωνος, Ἁγίων Πολυκλείτου, Καλλίας, Ἐμμενίδα Δελφοί, Δαμοκλῆς Αἰνησία, Νίκων Κλεωνύμου, Διονύσιος Ζωπύρου Ἀμβρύ-
σιοι.
Search Help
Contact Us