[ ]
Phokis — Delphi — 130 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Δαιδαφορίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Σωσι[πά]- |
τρου τοῦ Αἰακίδα, Πάτρωνος τοῦ Ἰατάδα, γραμματεύοντος δὲ τᾶς βουλᾶς Ἁγίωνος τοῦ Ἐχεφύλου, ἐν δὲ Ἀμβρύσσωι ἄρχοντος | |
Φιλοκράτεος τοῦ Εὐβιότου, μηνὸς δευτέρου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐαγορίδας Ἡρακλείδα Ἀμβρύσσιος, συμπαρόντων καὶ συνευδο- | |
κεόντων καὶ τῶν υἱῶν αὐτοῦ Ἀμεινολάου καὶ Νικέα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα Ἡραιΐς, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν πέντε. τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἡραιΐς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πά[ν]- |
των τὸμ πάντα βίον, ποιοῦσα ὃ κα θέλῃ, καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πρόξενος Εὐκρίτου Ἀμβρύσσιος. εἰ δ[έ] | |
τις ἐφάπτοιτο Ἡραιΐδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὐαγορίδας καὶ ὁ βεβαιωτὴρ Πρό[ξε]- | |
νος· εἰ δὲ μὴ παρέχοιεν τῶι θεῶι βέβαιον τὰν ὠνάν, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον τᾶς πόλεως καὶ Ἡραιῒς ἐλευθέρα ἔστω, καὶ οἱ παρατυ- | |
χόντες κύριοι ἐόντω συλέοντες Ἡραιΐδα ἐπ’ ἐλευθερίαι ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας | |
10 | δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων, καὶ ἰδιῶται Ἄγων Ἀ- |
ριστίωνος, Ἁγίων Πολυκλείτου, Καλλίας, Ἐμμενίδα Δελφοί, Δαμοκλῆς Αἰνησία, Νίκων Κλεωνύμου, Διονύσιος Ζωπύρου Ἀμβρύ- | |
σιοι. |