FD III 2:103
[ ] Phokis — Delphi — July 129 AD
1     θεός· τύχα ἀγαθά. ἐν [Δε]λφοῖς
μηνὸς Ἀπελλαίου ζʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ, εἰση[γη]-
σαμένου Κτήσωνος τοῦ Σωτήρου, καὶ εἰπόντος
Ξενοκλέα Ξενοκλέους πολείτην εἶναι ἡμέτερον, καὶ
5 αὐτὸν πολλοῖς ἤδη χρόνοις δεί<γ>ματα δόντα
τῶν αὑτοῦ ἠθ<ῶ>ν ἐπὶ καλοκαγαθίᾳ, ἔδοξε τῇ βουλῇ καὶ τῷ
δήμῳ Ξενοκλέα Ξενοκλέους Λαμπτρέα, τ<ὸ>ν Ἀθηναῖο[ν, εἶ]-
ναι πολείτην, καὶ ἔδοξεν <ἀν>αγραφῆναι αὐτοῦ τὴν πολειτε[ίαν].
[ἄρχοντος Αὐτοκρ]άτορος [Καίσ]αρος
10        Ἁδριαν[οῦ τὸ βʹ, βου]λευόντων Ἰο[υ]λίου
       Ὕλα κ[αὶ Σ]ωτήρου τοῦ [Σ]ωτήρου.
Search Help
Contact Us