[ ] Phokis — Delphi — 129 AD — SIG(3) 836
1 θεός. τύχα           ἀ[γ]αθά. ἐν Δελφοῖς
ἄρχοντος Αὐτοκράτορος Καίσαρος Ἁδριάνου τὸ βʹ,
μηνὸς Ἀπελλαίου ζʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ, εἰσηγη[σα]-
μένου Κτήσωνος τοῦ Σωτήρου, καὶ εἰπόντος· "Π. Κα-
5 τίλλιος Μάκερ Νικαιεύς, ἀνὴρ ἤθει καὶ παιδείᾳ διαφέ-
ρων, ἀναστρεφόμενος πολλοῖς ἤδη χρόνοις
παρ’ ἡμεῖν, δείγματα δέδωκεν καὶ καθ’ ἕνα καὶ κο[ι]-
νῇ πᾶσιν ἡμῖν τῆς τε πρὸς τὸν Πύθιον εὐσεβεία[ς]
καὶ τῆς πρὸς τὴν πόλιν ἡμῶν εὐνοίας· διὸ καλῶς
10 ἔχειν ἡγοῦμαι ἄνδρα τοιοῦτον εἶναι πολείτην ἡ-
μέτερον"· ἐπαινεθέντος τοῦ ἀνδρὸς ὑπὸ τοῦ
δήμου, καὶ μαρτυρηθέντος ἐπὶ τούτοις, ἔδο-
ξε τῇ βουλῇ καὶ τῷ δήμῷ Πο. Κατίλλιον Μάκερα
εἶναι πολείτην καὶ βουλευτήν· δεδόσθαι τε αὐτῷ
15 καὶ τὰς ἄλλας τειμὰς αἳ τοῖς καλοῖς κἀγαθοῖς ἀνδρά[σιν]
δίδονται· καὶ ἔδοξεν ἀνα-
γραφῆναι τὴν πολειτείαν,
[β]ουλευόντων Σωτήρου τοῦ
[Σ]ωτήρου καὶ Τιβ. Ἰουλίου Ὕλα.
Search Help
Contact Us