[ ]
Phokis — Delphi — 129 AD — SIG(3) 836
1 | θεός. τύχα ἀ[γ]αθά. ἐν Δελφοῖς |
ἄρχοντος Αὐτοκράτορος Καίσαρος Ἁδριάνου τὸ βʹ, | |
μηνὸς Ἀπελλαίου ζʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ, εἰσηγη[σα]- | |
μένου Κτήσωνος τοῦ Σωτήρου, καὶ εἰπόντος· "Π. Κα- | |
5 | τίλλιος Μάκερ Νικαιεύς, ἀνὴρ ἤθει καὶ παιδείᾳ διαφέ- |
ρων, ἀναστρεφόμενος πολλοῖς ἤδη χρόνοις | |
παρ’ ἡμεῖν, δείγματα δέδωκεν καὶ καθ’ ἕνα καὶ κο[ι]- | |
νῇ πᾶσιν ἡμῖν τῆς τε πρὸς τὸν Πύθιον εὐσεβεία[ς] | |
καὶ τῆς πρὸς τὴν πόλιν ἡμῶν εὐνοίας· διὸ καλῶς | |
10 | ἔχειν ἡγοῦμαι ἄνδρα τοιοῦτον εἶναι πολείτην ἡ- |
μέτερον"· ἐπαινεθέντος τοῦ ἀνδρὸς ὑπὸ τοῦ | |
δήμου, καὶ μαρτυρηθέντος ἐπὶ τούτοις, ἔδο- | |
ξε τῇ βουλῇ καὶ τῷ δήμῷ Πο. Κατίλλιον Μάκερα | |
εἶναι πολείτην καὶ βουλευτήν· δεδόσθαι τε αὐτῷ | |
15 | καὶ τὰς ἄλλας τειμὰς αἳ τοῖς καλοῖς κἀγαθοῖς ἀνδρά[σιν] |
δίδονται· καὶ ἔδοξεν ἀνα- | |
γραφῆναι τὴν πολειτείαν, | |
[β]ουλευόντων Σωτήρου τοῦ | |
[Σ]ωτήρου καὶ Τιβ. Ἰουλίου Ὕλα. |