[ ]
Phokis — Delphi — undated
1 | θεός. τύχα ἀγαθά. |
Δελφοὶ ἔδωκαν ἐν ἐννόμ[ῳ] ἐκκλησίᾳ Θεμίσιω- | |
νι Φιλοξένου Ἀθηναίῳ πολειτίαν, αὐτῷ καὶ ἐγγό- | |
νοις, προμαντείαν, προξενίαν, προδικί[α]ν, ἀσυλίαν, προεδρ[ί]- | |
5 | [α]ν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔνκ[τ]ησι[ν], καὶ τἄλλα τείμια ὅσα |
τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι[ν ἔ]θος ἐστὶν δίδοσ- | |
<θ>αι, ἐπιδὴ καλῶς καὶ εὐσεβῶς πρός <τ>ε τὸν θεὸν καὶ | |
ἡμᾶς ἀνέστραπται παρ’ ὅλον τὸν βίον. |