[ ] Phokis — Delphi — undated
1 θεός. τύχα  ἀγαθά.
Δελφοὶ ἔδωκαν ἐν ἐννόμ[ῳ] ἐκκλησίᾳ Θεμίσιω-
νι Φιλοξένου Ἀθηναίῳ πολειτίαν, αὐτῷ καὶ ἐγγό-
νοις, προμαντείαν, προξενίαν, προδικί[α]ν, ἀσυλίαν, προεδρ[ί]-
5 [α]ν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔνκ[τ]ησι[ν], καὶ τἄλλα τείμια ὅσα
τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι[ν ἔ]θος ἐστὶν δίδοσ-
<θ>αι, ἐπιδὴ καλῶς καὶ εὐσεβῶς πρός <τ>ε τὸν θεὸν καὶ
ἡμᾶς ἀνέστραπται παρ’ ὅλον τὸν βίον.
Search Help
Contact Us