[ ]
Phokis — Delphi — 167 BC
| 1 | ἄρχοντος ἐν Δελφο[ῖς] Ξε[νέα τ]οῦ Βαβύλου, βουλευ[όντων τὰν] |
| δευτέραν ἑξάμηνον Δάμωνος τοῦ Δεξώνδα, Ξέν[ωνος τοῦ] | |
| Ἀτεισίδα, Πολύωνος τοῦ Τιμοκλέος· ἔδοξε τᾶι πόλει τῶ[ν Δελ]- | |
| φῶν, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Ἀ[ρισ]- | |
| 5 | τόμαχος Ἀριστομάχου Ἀθηναῖος ἔν τε τοῖς ἐπάνω χρόνοις ε[ὔ]- |
| νους ὢν διετέλει τᾷ πόλι τῶν Δελφῶν, καὶ ἐν τῷ ἐνεστα[κό]- | |
| τι καιρῷ, χρεία[ς γε]νομένας, ἐπέδωκεν αὐτοσαυτὸν ἐν τὰ παρακ[α]- | |
| λείμενα τ[ᾷ πόλι χ]ρήσιμα [π]ροθύμως· ἀγαθᾶι τύχαι· δεδόχθα[ι τᾶι] | |
| πόλει ἐπα[ινέσαι Ἀρισ]τόμαχον Ἀριστομάχου Ἀθηναῖον, φυλῆς [Αἰ]- | |
| 10 | γηίδος, δήμου ἐκ Κολωνοῦ, ἐπί τε τᾶι προαιρέσει ἃν ἔχων διατε- |
| λεῖ, καὶ δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξεν[ί]- | |
| αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρί[αν] | |
| ἐν πᾶσι το[ῖς] ἀγώνοις τοῖς ἁ πόλις τίθητι, καὶ τὰ ἄλλα τί[μια] | |
| ὅσα καὶ το[ῖς] ἄλλοις προξένοις καὶ εὐεργέται<ς> τᾶς πόλιος· εἶ[μεν] | |
| 15 | δὲ α[ὐ]τῶι καὶ ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν. |