[ ] Phokis — Delphi — beg. 2nd c. BC — SIG(3) 615
1 ἀγαθᾶι τύχαι.
ἔδοξε τᾶι πόλει, ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Ἀπολλόδωρος Ὀλυμπιοδώρου Ἀθηναῖος,
[π]αρακληθεὶς ἀπὸ τῶν ἐξαποσταλέντων ὑπὸ τᾶς πόλιος, ἐπέδωκεν ἑαυτὸν ἀπροφασίστως ἐν τὸ συναγωνί-
[ξ]ασθαι τᾶι πόλει τὰν κρίσιν τὰν περὶ τῶν τεμενέων καὶ τᾶς ἀμφιλλόγου χώρας, περὶ πλείστου τιθέμενος
5 TA/N TE POTI\ TO\N QEO\N EU)SE/BEIAN KAI\ TA\N EU)/NOIAN TA\N PO/LIN, KAI\, PARAGENO/MENOS. TA/ TE POTI\ TA\N KRI/SIN
[σ]υνέταξε δεόντως, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐν[λ]είπων, καὶ τὰν ἐπιδαμίαν ἐποιήσατο εὐσχήμονα,
[κα]ί, ὅσον χρόνον ἀξίωσαν αὐτὸν τοὶ κα<θ>εσταμένοι ὑπὸ τᾶς πόλιος, ἐπὶ ταῦτα ποτέμεινε, συμφανῆ ποιῶν
[τὰν α]ὑτοῦ αἵρεσιν ἂν ἔχει ποτὶ τὰν πόλιν· τύχαι ἀγαθᾶι· δ[ε]δόχθαι τᾶι πόλει ἐπαινέσαι Ἀπολλόδωρον Ὀλυμπι-
[οδώρο]υ Ἀθηναῖον εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τᾶς ἐν [τὰ]ν πόλιν, παρακαλεῖν δὲ αὐτὸν καὶ ἐν τὸ [λ]οιπὸν διαφυ-
10 [λάξ]ειν τὰν αὐτὰν προαίρεσιν, εἰδότα ὅτι ἁ πόλις τοῖς φίλοις καὶ εὐνόοις καταξίας ἀποδίδωτι τὰς χάριτας διὰ πα-
[ντός, δ]εδόσθαι δὲ αὐτῶι καὶ τοῖς ἐκγόνοις προξενίαν, προμαντείαν, ἀσυλίαν, προδικίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι
[τοῖς] ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ γᾶς καὶ οἰκίας ἔγ[κ]τησιν, καὶ τἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐε-
[ργέτα]ις τᾶς πόλιος, εἶμεν δὲ αὐτὸν καὶ θεωροδόκον τῶν τε Πυθίων καὶ Σωτηρίων, πέμψαι δὲ αὐτῶι καὶ ξένια ἐπιμελ-
[εῖσθ]αι δὲ τοὺς ἄρχοντας καὶ περὶ τᾶς ἀνακομιδᾶς [αὐ]τοῦ, ἵνα παραπεμφθῇ ὡς ἀσφαλέστατα, [ἀνα]γράψαι δὲ καὶ τὸ[ν]
15 [γραμμ]ατέα τὰν μὲν προξενίαν ἐν τῶι βουλείωι κὰ[τ τὸν νόμ]ον, τὸ [δὲ ψάφισμ]α ἐν τὸν τοῖχον τοῦ οἴκ[ου τοῦ] Ἀθηναίων.
Search Help
Contact Us