[ ] Phokis — Delphi — ca. 225 BC
1           θεοί.
Δελφοὶ ἔδωκαν Χαιρέαι Ἀθηνο-
δώρου Ἀθηναίωι, δήμου Εἰτε-
αίωι, φυλῆς Ἀντιοχίδος, αὐτῶι
5 καὶ ἐκγόνοις, προξενίαν, προ-
μαντείαν, προεδρίαν, προδικί-
αν, ἀσυλίαν, ἀτέλειαν πάντων,
καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις.
10 ἄρχοντος Κρίτωνος, βουλευ-
όντων Καλλικράτεος, Φαίνι-
ος, Ἀρχελάου, Διοδώρου, Χαι-
ρίκωνος.
Search Help
Contact Us