[ ]
Phokis — Delphi — ca. 230-225 BC — SIG(3) 450; SGDI 2722
1 | [θ]εο[ί]. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείω<ι>, σὺμ ψάφοις τ[αῖς ἐ]ννόμοις. ἐπειδὴ Κλε[οχ]άρης Βίωνο[ς] | |
Ἀθηναῖος, φυλῆς Ἀκαμαντίδος, δήμου Κικυν<ν>έως, ποιητὴς μελῶν, ἐπιδαμήσας εἰς τὰν πόλιν, γέγραφε τῶι | |
θεῶι ποθόδιόν τε καὶ παιᾶνα καὶ ὕμνον, ὅπως ἄιδωντι οἱ παῖδες τᾶι θυσίαι τῶν Θεοξενίων· ἀγαθᾶι τύχαι, δεδόχθαι | |
5 | τᾶι πόλει τὸμ μὲν χοροδιδάσκαλον τὸν κατ’ ἐνιαυτὸν γινόμενον διδάσκειν τοὺς παῖδας τό τε ποθόδιον καὶ τὸμ παι- |
ᾶνα καὶ τὸν ὕμνον, καὶ εἰσάγειν τοῖς Θεοξενίοις· ὅπως δὲ καὶ ἁ πόλις φαίνηται τιμῶσα τοὺς ἄξιόν τι τοῦ θεοῦ γράφοντας, | |
ἐπαινέσαι Κλεοχάρη Βίωνος Ἀθηναῖον ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ ὅτι εὔνους ἐστὶ τᾶι πόλει. καὶ στεφανῶ- | |
σαι αὐτὸν δάφνας στεφάνωι, καθὼς πάτριόν ἐστι Δελφοῖς· εἶμεν δὲ αὐτὸν καὶ πρόξενον τᾶς πόλιος, καὶ ὑπάρχειν | |
αὐτῶι καὶ ἐκγόνοις προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλ- | |
10 | λοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος. ἄρχοντος Πατρώνδα, βουλευόντων Λύσωνος, Νικία, Δίωνος, Γνωσίλα, Εὐθυδίκου. |