[ ]
Phokis — Delphi — ca. 277 BC — SIG(3) 395
1 | [ἔ]δοξε τᾶι π[όλε]ι τῶν Δελφῶν. ἐπειδὴ Γλαύκων Ἐτεοκλέους Ἀθην[αῖ]- |
[ο]ς διατελεῖ τά τε ποτὶ τὸν θεὸν καὶ πο<τ>ὶ τὸ ἱερὸν εὐσεβέων, καὶ τᾶι πό- | |
[λ]ει κοινᾶι καὶ τοῖς ἐντυνχανόν[τοι]ς ἀεὶ καθ’ ἱδίαν Δελφῶν φιλανθρώ- | |
πως χρείμενος, ἀναγράψαι Γλαύκωνα εὐεργέταν τοῦ ἱεροῦ καὶ τᾶς | |
5 | πόλιος καὶ πρόξενον, ὑπάρχειν δὲ αὐτῶι καὶ ἐγγόνοις προμαντεί- |
αν, προδικίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐν τοῖς ἀγώνοις, ἀσυλ[ί]- | |
αν, ἀσφάλειαν, καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλλιος εὐεργέταις τοῦ ἱεροῦ | |
καὶ τᾶς πόλιος. ἄρχοντος Ἐρασίππου, βουλευόντων Χαριξένου, Αἰακ[ί]- | |
[δ]α, Μελισ<σ>ίωνος. |