[ ]
Phokis — Delphi — 130/29 BC — SIG(3) 399
1 | [θ]εοί. δόγμα Ἀμφικτιόνων. |
[ἄρ]χοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξαν- | |
[δρί]δου, μηνὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀ[μ]- | |
[φικτί]οσιν τοῖς συνελθοῦσιν, ἱερομνημονούν- | |
5 | [των π]αρὰ μὲν Θεσσαλῶν Λέοντος τοῦ Κλε[ΐππου] |
[Ἀτραγίο]υ, Πολλίχου τοῦ Φρύνου Γομφέως, [παρὰ δὲ] | |
[Ἀχαιῶν Φθι]ωτῶν Μνασάρχου τοῦ Λέο[ντος Λαρισαίου], | |
[Κρατησιμάχο]υ τοῦ Πολίτου Μελ[ιταιέως, παρὰ δὲ] | |
[Μαλιέων ․․․․․․․․]νου τοῦ Ξενο[λάου Ἐχιναίου, πα]- | |
10 | [ρὰ] δὲ Δολόπων Δεξάνδρου τοῦ Κλεωνύμου [Ἀγ]- |
[γ]ειάτου, παρὰ δὲ Δελφῶν Ἄγωνος τοῦ Ἀριστίωνο[ς], | |
[Ἁ]βρομάχου τοῦ Μαντίου, παρὰ δὲ Φωκέων Τιμοκρά- | |
[τ]ους καὶ Φαΰλλου Λιλαιέων, παρὰ δὲ Βοιωτῶν Ἀθα- | |
[ν]ίου τοῦ Ὀφέλτου Θηβαίου, Δημοκρίτου τοῦ Εὐθύμου | |
15 | [Θ]εσπιέως, πὰρ δὲ Μαγνήτων Θεοδότου τοῦ Διο- |
[γ]ένου, Δημητρίου τοῦ Ἑστιαίου Δημητριέων, παρὰ | |
[δ]ὲ Αἰνιάνων Μοσχίωνος τοῦ Σιττύρα καὶ Ἐχεσθέ- | |
[ν]ου τοῦ Ἀριστομένου Ὑπαταίων, παρὰ δὲ Ἀθηναίων | |
[Διον]υσογένου τοῦ Ἀθηνοδώρου, παρὰ δὲ Οἰταίων Φύ- | |
20 | [λου το]ῦ Μελάντα Ἡρακλεώτου, παρὰ δὲ Λοκρῶν Ὑ- |
[ποκ]νημιδίων Πύθωνος τοῦ Ἀριστίωνος Ὀπουντίου, | |
[πα]ρὰ δὲ Λοκρῶν τῶν Ἑσσπερίων Δάμωνος τοῦ Ἀρι- | |
[σ]τάρχου Ἀμφισσέως, παρὰ δὲ Δωριέων τῶν ἐγγ Μητρο- | |
[πό]λεως Τεισέου τοῦ Ἀλεξάνδρου Κυτινιέως, παρὰ | |
25 | [δὲ] Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γοννέως, |
[πα]ρὰ δὲ Δωριέων τῶν ἐκ Πελοποννήσσου Διοίτα τοῦ | |
[Νικ]οστράτου Σικυωνίου, παρὰ δὲ Εὐβοέων Ἀντιλέον- | |
[το]ς τοῦ Πολιάγρου Χαλκιδέως· vacat? ἐπειδὴ οἱ περὶ | |
[τὸ]ν Διόνυσον τεχνῖται οἱ ἐν Ἀθήναις, ψήφιζμα καὶ | |
30 | [π]ρεζβευτὰς {²⁶πρεσβευτὰς}²⁶ ἀποστείλαντες Διονύσιον Νύνφιδος |
[τρ]αγικὸν ὑποδιδάσκαλον, Θυμο[τέλ]ην Φιλοκλέους | |
[τραγικὸν ποιητήν, Ἐλπίνικον Ἐπικράτου τραγικὸν ὑπο]- | |
[διδάσκαλον, Φιλίωνα Φιλομήλου τραγικὸν ὑποδι]- | |
[δάσκαλον, Ἀρίστωνα Ζήνωνος τραγικὸν ὑποδιδάσ]- | |
35 | [καλον, ἀνανενέωνται τὴν δεδομένην τοῖς τεχνίταις] |
[τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ τῶν Ἀμφικτιόνων ἀσυ]- | |
[λίαν καὶ ἀσφάλειαν κατὰ τὸ δόγμα, καὶ παρακαλοῦσιν] | |
[τοὺς Ἀμφικτίονας, ἀκόλουθα πράττοντας τῆι τῶν προ]- | |
[γόνων αἱρέσει, συντηρῆσαι τὰ ψηφισθέντα ἑαυτοῖς] | |
40 | [φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες φαίνωνται] |
[τὰ πρότερον δεδογμένα βεβαιοῦ]ντε[ς, δεδόχθαι] | |
[τοῖς Ἀμφικτίοσιν εἶναι τοῖς ἐν Ἀθήν]αις τεχνίται[ς τήν] | |
[τε ἀσυλίαν καὶ τὴν ἀσφάλειαν ε]ἰς τὸν ἀεὶ χρόνον κα- | |
[θὰ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, καὶ εἶν]αι αὐτοὺς ἀτελεῖς, | |
45 | [καὶ μὴ ἐξεῖναι μηθενὶ ἄγειν] τὸν τεχνίτην τὸν με- |
[τέχοντα τῆς ἐν Ἀθήναις σ]υνόδου μήτε πολέμου μή- | |
[τε εἰρήνης, μηδὲ συλᾶν, μ]ηδὲ ῥυσιάζειν, ἀλλ’ εἶναι | |
[αὐτοὺς ἱεροὺς καὶ ἀπολ]υπραγμονήτους, ἐὰν μή τις | |
[ἄγηι τινὰ τούτων πρὸς ἴ]διον χρέος· ἐὰν δέ τις παρὰ ταῦ- | |
50 | [τα ποιῆι, ὑπόδικος ἔσ]τω ἐν Ἀμφικτίοσι, καὶ αὐτὸς καὶ |
[ἡ πόλις ἐν ἧι ἂν τὸ ἀδίκ]ημα κατὰ τοῦ τεχνίτου συντε[λε]- | |
[σθῆι, ἵνα, τούτων γιν]ομένων, ὑπάρχηι ἥ τε ἀσυλί[α καὶ] | |
[ἡ ἀσφάλεια τοῖς τεχνί]ταις τοῖς ἐν Ἀθήναις, καὶ [οἱ Ἀμφι]- | |
[κτίονες φαίνωντα]ι ἀκόλουθα πράττοντες [τῆι] | |
55 | [τῶν προγόνων αἱρέσ]ει· ἀναγράψαι δὲ τόδε τὸ δόγ[μα] |
[ἐν Δε]λφοῖς, ὁμοίως δὲ καὶ διαποστείλασθαι τοῦ δό- | |
[γμ]ατος τὸ ἀντίγραφον πρὸς τὸν δῆμον τὸν Ἀθηναί- | |
[ω]ν, ὅπως παρακολουθῇ τὰ δεδομένα φιλάνθρωπα πα- | |
ρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίταις· εἶναι | |
60 | δὲ ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰμ μή τι Ῥωμαί- |
οις ὑπεναντίον ἦι. vac.? δόγμα ἀρχαῖον Ἀμφικτιό- | |
νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς, | |
ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος, Αἰ- | |
τωλῶν Λυκέα, Δωριμάχου, Βοιωτῶν Ἀσώπωνος, Διονυσί- | |
65 | δου, Φωκέων Εὐφρέα, Χαρέα· vacat? ἔδοξεν τοῖς Ἀμφικτί- |
οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς] | |
ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί- | |
ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό- | |
θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ- | |
70 | τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό- |
[ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ- | |
[ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι- | |
[κᾶ]ς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ- | |
[σίαι, ἐ]φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς | |
75 | [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]- |
[μονήτων καὶ] ἱερῶ[ν π]ρὸς ταῖς τ[ῶν θεῶν λειτουργί]- | |
[αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν, μήτε πο]- | |
[λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων] | |
[πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βόλου ὑπόχρεος] | |
80 | [ὁ τεχνί]τας· vacat? ἐὰν δέ τις παρὰ ταῦτα ποιῆ[ι, ὑπόδικος ἔστω] |
[ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀ[δίκημα κα]- | |
[τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλει[αν καὶ τὰν ἀ]- | |
[σ]φάλειαν τὰ]ν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις] | |
[τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]· | |
85 | τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]- |
ναν, καὶ στῆσαι ἐν Δελφοῖς, πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς] | |
τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ- | |
σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν] | |
ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]- | |
90 | τι τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι] |
δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα] | |
χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύ[ξειν ὑπὲρ] | |
τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβει[ς· Ἀστυδάμας] | |
[π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος [τραγωιδός]. |