[ ]
Phokis — Delphi — 26 BC — SIG(3) 772; SGDI 2729
1 | ἄρχον[τος ἐ]ν Ἀθ[ήν]αις Ἀρχιτίμ[ου, τῶι] ἱερομνήμονι Θρασυκλ[ε]ῖ Ἀρχικλέους Ἀθηναίωι Λακιάδηι. ἐπειδὴ Θρασυκλῆς Ἀρχικλέος Ἀθηναῖος |
[ὁ ἱερομνήμων, ἐπιδα]μήσας ἐν τὰν πόλιν ἁμῶν, τάς [τε] θυσίας τὰς ὑπὲρ τοῦ δάμου τοῦ Ἀθαναίων ἔθυσε κὰτ τὰ πάτρια, τάν τε παρεπι- | |
[δαμίαν ἐποιή]σατο καλὰν καὶ εὐσχήμονα, τοῦ τε ἀγῶ[νος] τῶν Πυθίων συντελειμένου, ἔκρινεν εὐσεβῶς καὶ δικαίως, εὐνόως τε τυγχάνει | |
[διακεί]μενος τὰ ποτὶ τὰν πόλιν ἁμῶν, ἀγωνισάμεν[ός τ]ε ἐν τᾷ ἰδίᾳ πατρίδι τραγῳδίᾳ καινῇ, καὶ νικάσας, ἐστεφάνωσε τὸν δᾶμον ἁ- | |
5 | [μ]ῶν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δε[λφῶ]ν ἐπαινέσαι Θρασυκλῆν Ἀρχικλέος Ἀθηναῖον τὸν ἱερομνάμονα, καὶ δεδόσθαι αὐ- |
τῷ, παρὰ τᾶς πόλιος, αὐτῷ καὶ ἐκγόνοις, προξενίαν, [πρ]ομαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, γᾶς καὶ οἰκίας ἔνκτησιν, | |
προεδρίαν ἐμ πᾶσιν τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθ[ητ]ιν, καὶ τἄλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ<γέ>ταις ὑπάρχει, | |
ἀναγράψαι δὲ τόδε τὸ ψάφισμα ἐν τῶι ἱερῷ τοῦ Ἀπ[ό]λλωνος τοῦ Πυθίου. ἄρχοντος Ἀντιγένους τοῦ Ἀρχία, μηνὸς Ἡρακλείου, [βου]- | |
[λευόν]των Φιλλέα τοῦ Δαμένεος, Ἀθανίωνος τοῦ Κλ[εοξ]ενίδα. |