[ ]
Phokis — Delphi — ca. 7 BC
1 | ἀγαθῆι τύχηι. ἐπὶ ἄρχοντο[ς] ἐν Δ[ελ]φοῖς Ξεναγόρα, Ἀθή[νησι] |
δὲ Ἀπολήξιδος τοῦ Φιλοκράτους, οἵδε ἤγαγον τ[ὴν δω]- | |
δεκῇδα τὴν πρωτο<βο>ίαν· ἱερεὺς Ἀπόλλωνος [Πυθί]- | |
ου καὶ Πατρώιου Ε[ὐ]κλῆς Ἡρώδου Μαραθώνιος, ἐξηγ[ητὴς] | |
5 | <π>υθόχρηστος ἐξ [Ε]ὐπατριδῶν Πολύκριτος Πολυχάρμου Ἀτ[η]- |
νεύς, ἐξηγητὴς [κ]εχειροτονημένος ἐξ Εὐπατριδῶν ὑπὸ τ[οῦ] | |
δήμου Διότιμος Δ[ιο]δώρου Ἁλαιεύς, κῆρυξ τοῦ θεοῦ ἐκ τοῦ γ[ένους] | |
τῶν Κηρύκων κα[ὶ ἱ]ερεὺς <Ἑ>ρμοῦ Γόργιππος Εὐδήμου Με[λιτεύς], | |
ἱερομνήμων Θ[ε]ογένης Θ[ε]ογένους, γόνωι δὲ [— — — — — —], | |
10 | Εὐπυρίδης, μά[ν]τις Ἄριστος Ἀ<μ>μωνίου Λα[— — —, αὐλητὴς] |
Μηνόδωρος Μηνοδώρου Παμβωτά[δης]. |