[ ] Phokis — Delphi — 11 BC
1 ἀγαθῆι τύχηι τῆς βουλ[ῆς κ]αὶ τοῦ δήμου τοῦ Ἀθηναίων.
ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Τιμολέωνος, Ἀθήνησι δὲ
Θεοφίλου τοῦ Διοδώρου, οἵδε ἤγαγον τὴν δωδεκῇδα·
ὁ ἱερεὺς τοῦ Ἀπ<ό>λλωνος τοῦ Πυθίου Εὐκλῆς Ἡρώδου,
5 ὁ πυθόχρηστος ἐξ Εὐπατριδῶν ἐξηγητὴς Π<ο>λύκριτος
Πολυχάρμου, ὁ ὑπὸ τοῦ δήμου καθεσταμένος ἐξ Εὐπατρι-
[δ]ῶν ἐξηγητὴς Διότιμος Διοδώρου, κῆρυξ τοῦ Ἀπόλλωνος
[κα]ὶ ἱερεὺς τοῦ Ἑρμοῦ τοῦ Πατρῴου Κηρύκων Γόργιππος
[Εὐ]δήμου, ἱερομνήμων Ἡρόδοτος Μουσαίου, μάντεις Λυσί-
10 [ας Π]αραμόνου, Ἄριστος Ἀμμωνίου, αὐλητὴς Μηνόδωρος Μη-
[νοδ]ώρου.
Search Help
Contact Us