[ ]
Phokis — Delphi — 26 BC — SIG(3) 773
1 | [ἀγ]αθῇ τύχῃ τῆς βουλῆς καὶ τοῦ δήμου το[ῦ Ἀθηνα]ίων. ἐπὶ ἄρχοντος |
ἐν Δελφοῖς Ἀντιγένου, Ἀθήνησι δὲ Ἀρχιτίμου, οἵδε ἤγαγον τὴν δωδε- | |
κῇδα· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Εὐκλῆς Ἡρώδου Μαραθώνιος, ἐξηγητὴς ὁ πυθό- | |
χρηστος ἐξ Εὐπατριδῶν Πολύκριτος Πολυχάρμου Ἀζηνιεύς, ἐξηγητὴς ἐξ Εὐπα- | |
5 | τριδῶν ὁ ὑπὸ τοῦ δήμου καθεσταμένος Διότιμος Διοδώρου Ἁλαιεύς, κῆρυξ τοῦ |
Ἀπόλλωνος καὶ ἱερεὺς Ἑρμοῦ Πατρῴου Κηρύκων Γόργιππος Εὐδήμου Μελιτεύς, | |
ἱερομνήμων Θρασυκλῆς Ἀρχικλέους Λακιάδης, μάντεις Ἀρχικλῆς Θρασυκλέους Λακι- | |
άδης, Λυσίας Παραμόνου Λακιάδης. |