[ ] Phokis — Delphi — ca. 80 BC
I.1 ἔδοξεν τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι
τελείωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπει-
δὴ Δημήτριος Ἀριστοξένου Ἀθηναῖος,
ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ὑπάρ-
5 χων δὲ καὶ θεωροδόκος τᾶς πόλιος ἁμῶν,
εὐσεβῶς μὲν διακείμενος τυγχάνει πο-
τὶ τὸν Ἀπόλλω τὸν Πύθιον, εὐνοϊκῶς δὲ
καὶ ποτὶ τὰν πόλιν ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν
παρασκευάζων καὶ κοινᾶι καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχα-
10 νόντο<ι>ς αὐτῶι τῶν πολιτᾶν, περὶ ὧν κά τις αὐτὸ[ν παρακ]α-
[λῆι] χρείαν ἔ[χων], φανερ[άν τε ὑπὲρ αὐτῶν ποιο][μενος φροντ]ίδα·
II.1 ἀγαθᾶι [τύχαι]· δεδόχθαι τᾶι πόλει τῶν
Δελφῶν· [ἐπ]αινέσαι Δημήτριον Ἀριστοξέ-
νου Ἀθηναῖον ἐπὶ τοῖς προγεγραμμένοις
πάντοις, καὶ [ὑ]πάρχειν αὐτῶι τε καὶ ἐκγόνοις πα-
5 ρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικί-
αν, ἀσυλίαν, [ἀτ]έλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς
ἀγών[οις οἷς] ἁ πόλις τίθητι, καὶ τἄλλα τίμια πάντα
ὅσα καὶ [τοῖς πρ]οξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ-
πάρχει. ἄρχ[οντ]ος Λαιάδα, βουλευόντων Ἀρχία,
10 Διονυσί[ου, Θε]οχάριος, Νικοστράτου.
Search Help
Contact Us