[ ] Phokis — Delphi — 106 or 97 BC — SIG(3) 699
1 ἐπειδὴ οἱ [τ]ῶν ἐπ[ο]πο[ιῶν συναγμένοι ἐν Ἀθήναις, ε]ὐσεβῶς ἔχοντες ποτὶ τὸν μου[σαγέτα]ν καὶ ἀρχα[γέταν]
τᾶς ποιητικᾶς θεὸν, κ[αὶ τιμέοντες τὸν αὐτοσ]αυτῶν δᾶμον, συναύξοντές τε τὰ[ν ποτὶ το]ὺς θεοὺς ὁσιότα-
τα, ψαφιξαμένου το[ῦ δάμου τοῦ Ἀθηναίων πέμ]ψαι τὰν Πυθαΐδα ποθ’ ἁμὲ κατὰ τὸν το[ῦ θεοῦ] χρησμὸν ἐφ’ ὑγι-
είαι καὶ σωτηρίαι πάν[τ]ων Ἀθην[αίων καὶ τέκνων] καὶ γυναικῶν καὶ τῶν φίλων [καὶ συμμάχω]ν, ἐξαπέστειλαν
5 Ἀρτέμωνα Ἀρτέμωνος, Ἁγί{αγι}αν {²⁶Ἁγίαν}²⁶ Βού[λωνος, Δημή]τριον Κηφισοδ[ώ]ρο[υ, Κηφισόδωρον <— — —>, οἳ σ]υνέθυσάν
τε τῶι δάμωι μεγαλομερῶς, καὶ συνε[πόμπευσαν καλῶς καὶ ἀξίως τοῦ θεοῦ καὶ το]ῦ δήμ[ου τοῦ Ἀ]θηναί-
ων· ἀγαθῇ τύχῃ· δεδόχθαι τᾶι πόλει τῶν Δ[ελφῶν ἐπαινέσαι μὲν τὰν σύνοδ]ον τῶν ἐν Ἀθήναι[ς ἐποπ]οιῶν
ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι π[οτὶ τὰμ πόλιν ἁμῶν εὐνοίαι, καὶ σ]τεφανῶσαι αὐτὰν τῶ[ι τοῦ] θε-
οῦ στεφάνωι ὧι πάτριόν ἐστι Δελφοῖς στεφανοῦ[ν τοὺς ἰδίους προξένου]ς καὶ εὐεργέτας, στεφα[νῶσαι]
10 δὲ καὶ τοὺς ἐπιδεδαμηκότας τῶν ποιητᾶν Ἀρτέμ[ωνα, Ἁγία]ν, Δημ[ή]τριον, Κηφισόδωρον, καὶ ε[ἶμεν]
πᾶσι τοῖς ἐν Ἀθήναις ἐποποιοῖς συναγμένοις κατὰ τὸν τοῦ θεοῦ χρ[η]σμὸν προξενίαν καὶ προμα[ν]-
τείαν καὶ τὰ ἄλλα φιλάνθρωπα καθάπερ ἐψάφισται αὐτοῖς τό τε κ[οι]νὸν τῶν Ἀμφικτιόνων καὶ ἁ παρ[’ ἁ]-
μῶν πόλις· ὅπως δὲ καὶ τοῖς ἐπιγινομένοις φανερὰ γίνηται ἁ τῶν τοιούτων ἀνδρῶν φιλοτιμί[α]
καὶ εὔνοια, ἀναγράψαι τόδε τὸ ψάφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος ἐπὶ τοῦ Ἀθηναίων θησαυρο[ῦ],
15 πέμψαι δὲ καὶ ποτὶ τὰν σύνοδον τῶν ἐν Ἀθήναις ἐποποιῶν.
Search Help
Contact Us