[ ]
Phokis — Delphi — 97 BC — SIG(3) 711L; BE 1940.60
1 | Δελφῶν οἱ ἄρχοντες καὶ ἁ πόλις τοῖς περὶ τὸν Διόν[υσον τεχνίταις χ]αίρει[ν· τᾶς δοθείσας ὑφ’ ἁμῶν] |
ἀποκρίσιος ὑπογεγράφαμες ὑμῖν τὸ ἀντίγραφον, ὅ[πως εἰδῆτε]. —— ἔ[ρρωσθε]. | |
ἐπειδὴ οἱ περὶ τὸν Διόνυτον τεχνῖται οἱ ἐν Ἀθήναις καὶ ὁ ἐπι[μελητὰ]ς αὐτῶν Ἀλέξαν[δρος Ἀ]ρίστωνος, [κωμικὸς] | |
ποητάς, εὐσεβῶς <ἔχοντες> ποτὶ τὸν θεῖον, καὶ τὸν αὐτοσαυτῶν δᾶμον τιμέ[οντ]ες, καὶ συναύξειν αὑτῶν θέλοντες τὰ π[οτὶ τοὺς] | |
5 | θεοὺς ἀνήκοντα διὰ τὸ πρώτους αὐτοὺς εὐ<ε>ρ<γ>έτας γεγονέναι πάσ[ας π]αιδείας καὶ σκανικῶν ἀγώνων κτιτά[ς, πάντων τῶν] |
ποτὶ δόξαν διατεινόντων μάλιστα πεφροντίκην, ἐφ’ οἷς τάν τε ἀσ[υ]λίαν ἔχοντι καὶ τἄλλα τίμια ποτὶ τὰν ἀσφά[λειαν καὶ] | |
δόξαν διατείνοντα παρά τε Ἀμφικτιόνων καὶ τῶν ἄλλων Ἑλλάνων καὶ [τ]ῶν ἁγειμένων Ῥωμαίων· —— νυνί τε, κατὰ τὰ [πάτρια] | |
καὶ τὰ προεψαφισμένα τὰν ἱερὰν νομιζομέναν Πυθαΐδα δι’ ἐννεετηρίδος [π]εμψάντων Ἀθηναίων κατὰ τὰν μαντείαν τ[οῦ θεοῦ] | |
ἐφ’ ὑγιείᾳ καὶ σωτηρίαι πάντων τῶν πολιτᾶν καὶ τέκνων <καὶ> γυναικῶν καὶ τῶν φ[ί]λων καὶ συμμάχων, τάς τε πατρίους θυσίας ἐπέ[θυ]- | |
10 | σαν μεγαλομερῶς τῶι θεῶι, καὶ τὰν πομπὰν ἐπεκόσμησαν καλῶς καὶ ἀξίω[ς τ]οῦ θεοῦ καὶ τᾶς πατρίδος τᾶς ἰδίας καὶ τᾶς συνόδου |
καὶ τᾶς αὐτοσαυτῶν ἐμ πάντοις εὐφαμίας καὶ ἀρετᾶς, πολυπλασίονας [θυσί]ας καὶ ἀπαρχὰς καὶ ἐπιμελείας τᾶν πρότερον ποιησά- | |
μενοι, —— τὸν μὲν πάτριον παιᾶνα μεγαλοπρεπῶς ὑμνήσαντες, ἀπ’ ἀρ[χᾶ]ς δὲ ἀγ[ώ]νων διὰ τῆς ἑαυτῶν ἐπιστήμης μέλψαντες τὸν [θε]- | |
[όν], κεχαρισμέναις δὲ καὶ ἀειμνήστοις χάρισιν τιμήσαντες τὸ[ν π]ατρῶιον [Ἀ]πόλλω, δι’ ὧν τὸν μὲν ἀρχηγὸν τῆς εὐσεβείας [δόκι]- | |
μον η[ὔξ]ησαν ὅσον ἐφ’ ἑαυτοῖς, τῶι δὲ θεῶι ἀπένειμαν τιμὰς διὰ [τ]ῶν ἰδίων ἐπι<τ>[ηδε]υμάτων, ἐπιμελητὰν μὲν καὶ ἀρχεθέω[ρον] | |
15 | ἐξ ἑαυτῶν ἀποστείλαντες Ἀλέξανδρον Ἀρίστωνος κω[μι]κὸν ποητάν, θεωρ[οὺς] δὲ Διοκλῆν Αἰσχίνου τραγικὸν ὑποδιδ[άσκα]- |
λον, Γλαυκίαν Ἡρακ[λεί]δα κωμῳδόν, Ἀριστομένην {Ἀριστομ[έν]ην} Ἀριστομένεος τρ[αγικὸν] ποητάν, Ἀγαθοκλῆν Σωκράτους κ[ωμῳδόν], | |
Ἀρίστωνα Μενελάου [τραγι]κὸν ποητάν, Χαιρέστρατ[ο]ν Φιλάγρου τραγικὸν συναγ[ωνι]σ[τάν, — — —]να Ποσειδωνίου τραγ[ικὸν συν]- | |
[α]γωνιστάν, διδάσκαλον δ[ὲ τοῦ] μεγάλου χοροῦ Διοκλῆν Αἰσχίνου τραγικὸν ὑποδ[ιδ]άσκαλον, κιθαριστὰς δ[ὲ — — — — — —] | |
[․․․․], Δημήτριον Μοσχίωνος, Ἀπολλώνιον [․․․․]ναίου, Διονύσιον Διονυσίου, Λεωνίδην [․․․]λωνίδου, καὶ τοὺς ποτικιθαρίζοντας Ἡ[․․․․]λε[․]- | |
20 | [․․․] Θεοβίου, Διονύσιον Σιμάλου, Σόλωνα [․․․]κλέους, καὶ τοὺς αὐλητὰς Ἐρητυμένην Θε[οδ]ώρου, Ἀγῶνα Κλέωνος, Κλειτοφῶντα Μηνοδό- |
[το]υ, Θεόδωρον Ἐρητυμένου, Εὔνομον Νικ[οδρ]όμου, Λέοντα Λέοντος, καὶ τοὺς ᾀσομένου[ς] τούς τε παιᾶνας καὶ τὸν χορὸν Γλαυκίαν Ἡρα- | |
[κλείδα, Ἡρακλ]είδαν Καλλισθένεος, Ἀρισ[τ]ομένην Ἀριστομένου, Ἀγαθοκλῆν Σωκρά[τ]ου, Λάχητα Δώρου, Καλλιφάνην Κτησάρχου, | |
[— — — — — —ο]υ, Ἀνθεστήριον Ἀνθ[ε]στηρίου, Θεόδοτον Πραξέου, Ἡφαιστίω[να] Ἑστιαίου, Ἀρίστωνα Μενελάου, Διογένη | |
[— — —, — — — — —]ρίου, Δωρόθε[ον] Πλάτων[ος, ․․]ωνα Ἀρίστωνος, Διονύσιον Σιμ[ά]λ[ου], Δημή[τριο]ν Ἰσιδώρου, Ἀπολλώνιον | |
25 | [Καλλιστρά]του, Δωρόθεον Θεοδώρου, [Ἐ]πιμ[εν]είδην Ποιμανδρίδου, Ξενοφάντ[ον Εὐμ]άχου, Σόλωνα Π[․․․․]ίκου, Διονύσι[ον] |
[․․․․․․․]νος, Θεόδοτον Πυθίωνος, Εὔ[βι]ον Εὐβίου, Ἀνδρέαν Ἄνδρωνος, [Φ]ιλ[․․․]άτην Φιλοκλέους, Φιλώταν Φιλώτ[ου, — — —]μον | |
[․․․․]ρου, Πολλίωνα Φιλίππου, Πολύφ[ρ]ονα Πολύφρονος, Διογένην Θεοτίμου, Διονύσιον Μιλτιάδου, Νικοκράτην Θεοπόμπου, | |
[․․․․]τωνα Ξενοκλίδου, Ἄρχοντα Ἀριστοδ[ή]μου, Ἀριστόδημ<ο>ν, Ἄρχιππον Νικαίου, Ἀριστοκράτην Τιμογένου, Ζωΐλον Ἐπιγόνου, Θεόφιλον | |
Δωροθέου, Λυκίσκον Φιλοκλέους, Διονυσό[δ]ωρον Διονυσοδώρου, —— ἐξαπέστειλαν δὲ καὶ τοὺς συναγωνιξαμένους τὸν θυμελικὸν | |
30 | ἀγῶνα καὶ τὸν σκανικὸν ἐν ταῖς τοῦ θεοῦ [ἁμ]έραις, ἐπῶν ποητὰς Ἀρίστωνα Μενελάου, Διοφάνην Θεοδώρου, Λυσίαν Λυσιμάχου, |
καὶ ῥαψῳδοὺς Κάλλωνα Κάλλωνος, Θεόδ[οτ]ον Πυθίωνος, Ξενόφαντον Εὐμάχου, αὐλῳδὸν δὲ Δημήτριον Ἰσιδώρου, κιθαριστὰν | |
δὲ πυθικὸν {δὲ} Φιλωνίδαν Φιλωνίδου, α[ὐλ]ητὰς δὲ Ἐρητυμένη<ν> Θεοδώρου, Ἀγῶνα Κ[λ]έωνος, Κλειτοφῶντα Μηνοδότου, | |
κωμῳδοὺς δὲ Γλαυκίαν Ἡρακλείδα, Ἀγα[θο]κλῆν Σωκράτου, Καλλικράτην Καλλικράτου, [Δ]ημήτριον Δημητρίου, καὶ τοὺς | |
συναγωνιξαμένους τούτοις Θεόδοτο[ν] Βασιλείδου, Φιλόξενον Φιλοξένου, Θεόδωρον Θεοδώρου, Σόλωνα Σόλωνος, | |
35 | Παυσανίαν Λυκίσκου, Θόαντα Νουμηνίου, [π]οητὰς δὲ σατύρων Ἀριστομένην Ἀριστομένου, Ἀρίστωνα Μενελάου, Σοφοκλῆν |
Σοφοκλέους, Διογένην Διογένου, Διονύσιο[ν] Κηφισοδώρου, τραγῳδοὺς δὲ Δημήτριον Θεοδοσίου, Πραξιτέλην Θεογένου, | |
καὶ τοὺς τούτοις συναγωνιξαμένους Κάλ[λ]ων<α> Κάλλωνος, Θεόδοτον Πυθίωνος Φιλόνικο<ν> Ἕρμωνος, Νίκωνα Ἀριστίωνος, | |
Ξενόφαντον Εὐμάχου, Εὔδικον Ἀλχίμου, Δη[μ]ήτριον Ἀριστοδήμου, ποιητὰς δὲ τραγῳδιῶν Ἀντίοχον Ἀντιόχου, Ἀπολλώ- | |
νιον Καλλιστράτου· —— ὅπως οὖν καὶ Δελ[φ]οὶ μναμονεύωντι τὰς καταξίας χάριτας ἀποδιδόντες· —— ἀγαθᾶι τύχαι· | |
40 | δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαιν[έ]σαι τε τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν, καὶ στεφανῶσαι χρυσ[ῶι] |
στεφάνῳ τῶι τοῦ θεοῦ, ὧι πάτριόν ἐστ[ι] στεφανοῦν τοὺς ἰδίους εὐεργέτας, στᾶσαι δὲ αὐτοὺς τᾶς συνόδου | |
χρυσέας εἰκόνας δύο, μίαν μὲν ἐν Δελ[φ]οῖς ἐν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ, μίαν δὲ ἐν Ἀθήναις ἐν τ[ᾶι] | |
τοῦ Διονύσου αὐλᾷ, αἰτησομένους τὸν δᾶ[μ]ον τὸν Ἀθηναίων τὰν ἀνάθεσιν, ἐπιγράψαι δὲ ἐφ’ ἑκατέρας τᾶς βάσιο[ς] | |
τᾶν εἰκόνων, ὅτι ἁ πόλις τῶν Δελφῶν τὰν τῶν [τε]χνιτᾶν σύνοδον τῶν ἐν Ἀθήναις ἀρετᾶς ἕνεκ<ε>ν καὶ εὐσεβείας τᾶς πρὸς τὸ θεῖο[ν] | |
45 | [ἀνέ]θηκεν· τὰν δὲ ἀναγόρευσιν τῶν στεφάνων π[οιῆσαι τοὺ]ς ἄρχοντας ἐν τῶι γυμνικῷ ἀγῶνι τῶν [τε Πυθίων κ]αὶ Σωτη[ρίων], |
[ἀκολο]ύθως τῶι ψηφίζματι· ὁμοίως δὲ εἶμεν τ[ὰς αὐτὰς] | |
τιμὰς καὶ τῶι ἐπιμελητᾶι αὐτῶ[ν κ]αὶ ἀρχεθεώρωι Ἀλεξ[άν]- | |
δρωι, στεφανῶσαι δὲ καὶ τὸν χορ[οδ]ιδάσκαλον αὐτῶν Διοκλ[ῆν] | |
καὶ τοὺς θεωροὺς τῶι τοῦ θεοῦ στ[εφ]άνωι, καὶ ἐπαινέσαι αὐτοὺ[ς] | |
50 | ἐφ’ ἇι πεποίηνται ἀναστροφᾶι καὶ φι[λο]τιμίαι καὶ τοὺς λοιποὺς τῶ[ν] |
τεχνιτᾶν τοὺς ἐπιδεδαμηκότας κα[ὶ λ]ελειτουργηκότας, καὶ εἶμε[ν] | |
πάντοις τοῖς ἐν Ἀθήναις τεχνίταις ἀσυλία<ν> καὶ προμαντείαν κ[αὶ] | |
προπομπείαν καὶ προξενίαν, αὐτοῖ[ς] τε καὶ ἐκγόνοις αὐτῶν, [ὑ]- | |
πάρχειν δὲ αὐτοῖς καὶ τἄλλα τίμια κ[α]ὶ φιλάνθρωπα παρὰ Δε[λφῶν], | |
55 | ὅσα καὶ τοῖς ἄλλοις εὐεργέταις· ὅπ[ω]ς δὲ καὶ πάντοις τοῖ[ς ἐπι]- |
γινομένοις φανερὰ γίνηται ἁ τῶ[ν τοιο]ύτων ἀνδρ[ῶν φιλοτιμία] | |
[καὶ εὔνοια, ἀναγράψαι τόδε τὸ ψάφισμα ἐ]ν τ[ῶι ἱερῶι τοῦ Ἀπόλ]- | |
λωνος ἐπὶ [τοῦ Ἀθηναίων θησαυροῦ, καὶ ἀποστείλασ]- | |
θαι αὐτὸ ποτὶ τὰν βουλὰν καὶ τὸν δ[ᾶμον τὸν Ἀθηναίων], | |
60 | ὁμοίως δὲ καὶ ποτὶ τὰν σύνοδον τῶν τεχνιτᾶν [τῶν ἐν Ἀ]- |
θήναις. |