[ ]
Phokis — Delphi — 128 BC — SIG(3) 697L; SGDI 2728
1 | [θ]εό[ς. τύ]χαν ἀγαθάν. |
[ἐπεὶ Ἀλ]κίδαμος Εὐφάνους, [Ἀθηναῖος] πολίτας, εὐσεβῶς καὶ ὁσίως διακείμενος ποτί τε τὸν θεὸν | |
[καὶ ποτὶ] τὰν πόλιν ἁμῶν, ἀγαγ[ὼν δὲ κ]αὶ τὸν τρίποδα ἐφ ἅρματος ἀξίως τοῦ τε θεοῦ καὶ τοῦ ὑμετέρου | |
[δάμου κ]αὶ ἁμῶν, τὰν τε παρεπιδαμίαν [καὶ] ἀναστροφὰν ἐποιήσατο ὡς ἐνδέχεται κάλλιστα· ἀγαθᾶι τύ- | |
5 | χαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν [ἐπ]αινέσαι Ἀλκίδαμον Εὐφάνους Ἀθηναῖον ἐπί τε τᾶι ποτὶ τὸν θε- |
ὸν εὐσεβείαι καὶ ποτὶ τὰν πόλιν ἁμ[ῶν] εὐνοίαι, καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξε- | |
νίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, [ἀτ]έλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ | |
ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις π[ροξ]ένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἄρχοντος Πύρρου, | |
βουλευόντων τὰν δευτέραν ἑξάμη[νον] Ἐχεφύλου τοῦ Πολυκλείτου, Ταραντίνου τοῦ Ξενοκρίτου, γραμ- | |
10 | ματεύοντος δὲ Σωτύλου τοῦ Σωσ[τράτ]ου. |