[ ]
Phokis — Delphi — 178 BC — SIG(3) 637
1 | ἀγαθᾶι τύχαι. |
ἄρχοντος ἐν Δελφοῖς Πραξία, ἐν Ἀθήναις Φίλωνος, ἔδοξε τᾶι πόλει | |
[ἐ]ν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Τετραπολεῖς, | |
ἀποστείλαντες πρεσβευτὰς Διόφαντον, Καλλισθένη, Λυσίθεον, | |
5 | [ὑ]πέμνασαν καὶ ἀνενεώσαντο τὰν ὑπάρχουσαν αὑτοῖς οἰκε[ιό]- |
τατα ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν, καὶ τιμέοντες διατελέοντι | |
τὸν θεὸν μετὰ πάσας εὐσεβείας· δεδόχθαι τᾶι πόλει καταμόνο[υς] | |
εἶμεν ἐν τὸν ἅπαντα χρόνον τὰς ἀναγεγραμμένας αὐτοῖς ἐν τ[ῶι] | |
[ἱ]ερῶι τοῦ Ἀπόλλωνος προεδρίας καὶ τιμάς, καὶ θύειν αὐτοὺς ἐπὶ | |
10 | τῶν βωμῶν καθάπερ Δελφοὺς κατὰ τὰ πάτρια, ἐπαινέσαι δὲ καὶ τὸ |
[κ]οινὸν τῶν Τετραπολέων, καὶ στεφανῶσαι δάφνας στεφάνωι τ[ῶι] | |
[π]αρὰ [τ]οῦ θεοῦ, καθῶς πάτριόν ἐστι Δελφοῖς, εὐσεβείας ἕνεκεν κ[αὶ] | |
[φ]ιλοτιμίας ἃν ἔχοντες διατελέοντι ποτί τε τὸν θεὸν καὶ τὰ[μ] | |
[π]όλιν, ἐπαινέσαι δὲ καὶ τοὺς πρεσβευτὰς Διόφαντον, Καλλισθέ- | |
15 | [νη], Λυσίθεον, διότι καλῶς καὶ ἐνδόξως ἐποιήσαντο τὰν ἐπι- |
[δαμίαν, κ]αλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια ἐν τὸ πρυτανεῖον, | |
[ἀναγράψα]ι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντας ἐπὶ τὸν τῶν Ἀθηναίω[ν θησ]αυ[ρόν]. |