[ ] Phokis — Delphi — 300-200 BC — SIG(3) 541A
1 θεοί.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Τετραπολεῖς, ἀποστείλαν-
TES E)C AU(TW=N *KU/DIPPON *OI)NOAI=ON, U(PE/MNASAN TA\N U(PA/RXOUSAN AU(TOI=S
οἰκειότατα ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν, καὶ ἀπελογίξαντο ὅτι διατηρέον-
5 τι τὰς ἐξ ἀρχᾶς παρ’ αὑτοῖς θυσίας τε καὶ τιμὰς δεδομένας τῶι θεῶι· δεδόχ-
θαι τᾶι πόλει ὑπάρχειν τὰν προμαντείαν Τετραπολεῦσι εἰς τὸν ἅπαντα χρό-
νον, καὶ ἐπὶ τῶν βωμῶν θύειν πρώτοις μετὰ Δελφοὺς κατὰ τὰ πάτρια, εἶμεν δὲ αὐ-
τοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσι τοῖς τοῦ θεοῦ, καὶ ἐπαινέσ[α]ι καὶ στεφα-
νῶσαι Τετραπολεῖς παρὰ τοῦ θεοῦ δάφνας στεφάνωι, εὐσεβείας ἕνεκεν
10 καὶ φιλοτιμίας ἃν ἔχοντες διατελέοντι ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν.
Search Help
Contact Us