[ ]
Phokis — Delphi — 300-200 BC — SIG(3) 541A
1 | θεοί. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Τετραπολεῖς, ἀποστείλαν- | |
τες ἐξ αὑτῶν Κύδιππον Οἰνοαῖον, ὑπέμνασαν τὰν ὑπάρχουσαν αὑτοῖς | |
οἰκειότατα ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν, καὶ ἀπελογίξαντο ὅτι διατηρέον- | |
5 | τι τὰς ἐξ ἀρχᾶς παρ’ αὑτοῖς θυσίας τε καὶ τιμὰς δεδομένας τῶι θεῶι· δεδόχ- |
θαι τᾶι πόλει ὑπάρχειν τὰν προμαντείαν Τετραπολεῦσι εἰς τὸν ἅπαντα χρό- | |
νον, καὶ ἐπὶ τῶν βωμῶν θύειν πρώτοις μετὰ Δελφοὺς κατὰ τὰ πάτρια, εἶμεν δὲ αὐ- | |
τοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσι τοῖς τοῦ θεοῦ, καὶ ἐπαινέσ[α]ι καὶ στεφα- | |
νῶσαι Τετραπολεῖς παρὰ τοῦ θεοῦ δάφνας στεφάνωι, εὐσεβείας ἕνεκεν | |
10 | καὶ φιλοτιμίας ἃν ἔχοντες διατελέοντι ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν. |