[ ]
Phokis — Delphi — ca. 125 BC
1 | [ἄ]ρχοντος Κλεώνδα, μηνὸς Ἀμα[λίο]υ, βουλευόντων τὰν [δευ]- |
[τ]έραν ἑξάμηνον Πυρρία τοῦ Ἀρχελάου, Ἀρίστωνος τοῦ Ἥρυ[ος], | |
[γρ]αμματεύοντος δὲ τ[ᾶς] βουλᾶς Πάτρωνος τοῦ Ἀριστοβούλ[ου], | |
[ἀ]πέδοτο Κλεόδαμος [Π]ολυκ[ρ]άτεος καὶ Ἀναξίλα Πασίωνος, σ[υ]- | |
5 | [ν]ευδοκεόντων δὲ κα[ὶ] τῶν υἱῶν αὐτῶν Πολυκράτ[ε]ος καὶ Πασ[ί]- |
ωνος, τῶι Ἀπόλλων[ι τ]ῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δορ[ύ]- | |
πολις, τὸ γένος Θρᾶικ[α], τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι- | |
[μὰ]ν ἔχοντι πᾶσαν. βε[β]αιωτὴρ κατὰ τοὺς νόμους Ξενόκριτος | |
[Στη]σιμένεος, ἐφ’ οἷτε ἐλεύ[θ]ερον εἶμεν Δορύπολιν τὸν πάντα χρόνον | |
10 | [κ]αὶ ἀποτρέχειν οἷς κα θέλη καὶ ποθ’ οὕς κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ |
[κ]αταδουλισμῶι Δορυπόλιος, βέβαιον παρεχόντω τὰν ὠνὰν οἵ τε ἀπο- | |
[δόμε]νοι Κλεόδαμος καὶ Ἀναξίλα καὶ ὁ βεβαιωτὴρ Ξενόκριτος τῶι θε[ῶι]. | |
[εἰ δὲ μὴ] παρέχοιν βέβαιον, πράκτιμοι ἐόντω οἵ τε ἀποδόμε[νοι καὶ ὁ] | |
[βεβαιωτὴρ κ]ατὰ τὸν νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυχόντες [κύριοι] | |
15 | [ἐόντω συλέοντες Δορύπολ]ιν ἐπ’ ἐλευθερία κατὰ τὸν νόμον ὡς ․․․․․․․ |