[ ]
Phokis — Delphi — ca. 125 BC
1 | [ἄρ]χοντος Κλεώνδα, μηνὸς Ποιτροπίου, ἀπέδοτο Ξένων Δη- |
[μη]τρίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον οἰκογενὲς ὧι ὄν[ο]- | |
[μα] Στράτων, τιμᾶς ἀργυρίου στατήρων δέκα ἑππτά {²⁶ἑπτά}²⁶, δρα[χ]- | |
μᾶ[ς], καὶ τὰν τιμὰν ἔχει πᾶσαν Ξένων, καθὼς ἐπίστε[υσε] | |
5 | [Στρ]άτων τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν κ[αὶ] |
[ἀ]νέφαπτον ἀπὸ πάντων τὸν πάντα χ[ρόν]ον, ποιοῦντα ὅ κ[α] | |
[θ]έλη καὶ ἀποτρέχοντα οἷς κα θέλη. [βεβαιω]τὴρ κατὰ τ[ὸν] | |
[ν]όμον τᾶς πόλιος Ξενόκριτος Στησιμ[ένεος]. εἰ δέ τις ἐ- | |
[φά]πτοιτο Στράτωνος ἐπὶ καταδουλισζμ[ῶ, κύρι]ος ἔστω ὁ [πα]- | |
10 | [ρα]τυχὼν συλέων Στράτωνα ὡς ἐλε[ύθερ]ον ὄ[ν]τα, ἀζ[άμι]- |
[ο]ς ἐὼν ὁ συλέων καὶ ἀνυπόδικος πάσ[ας] δίκας καὶ ζαμία[ς] | |
καθώς κα συλάση· καὶ ὁ βεβαι[ωτ]ὴρ καὶ ὁ ἀποδόμενος Ξέ- | |
νων βεβαιούτω τῶι θεῶι τὰ[ν ὠ]νάν. μάρτυροι ὁ ἱερεὺς Ἀ[ρ]- | |
[χ]ων Καλλία, καὶ ὁ νεωκόρος Ἀτεισίδας Ὀρθαίου, καὶ οἱ ἄρχ[ον]- | |
15 | τες τᾶς πόλιος Ἁγίων Κλεοδάμου, Ἀριστέας Φίλωνος, Φ[ί]- |
λων Φιλάγρου, Δίων Ἐπισθένεος, Φιλόνικος Μενεδά[μου], | |
Δώριππος Ζωίλου, Μεγ[άρτ]ας Μελισίωνος, Δέριππος Δ[ω]- | |
ρίππου, Ποσίδιππος. |